Εμφάνιση αναρτήσεων με ετικέτα ΑΝΑΓΝΩΣΜΑΤΑ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΑΝΑΓΝΩΣΜΑΤΑ. Εμφάνιση όλων των αναρτήσεων

18 Μαΐου 2024

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Μάρκ. 15,43 – 16,8)

Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. Καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται. Καί διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. Καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς· μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. Ἀλλ ̓ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἐκεῖνο τόν καιρό, ὁ Ἰωσήφ, ἕνα ἀξιοσέβαστο μέλος τοῦ συνεδρίου, πού καταγόταν ἀπό τήν Ἀριμαθαία, καί περίμενε κι αὐτός τή βασιλεία τοῦ Θεοῦ, τόλμησε νά πάει στόν Πιλᾶτο καί νά τοῦ ζητήσει τό σῶμα τοῦ Ἰησοῦ. Ὁ Πιλᾶτος ἀπόρησε πού ὁ Ἰησοῦς εἶχε κιόλας πεθάνει. Κάλεσε τόν ἑκατόνταρχο καί τόν ρώτησε ἄν εἶχε πεθάνει ἀπό ὥρα. Ὅταν πῆρε τήν ἀπάντηση ἀπό τόν ἑκατόνταρχο, χάρισε τό σῶμα στόν Ἰωσήφ. Ἐκεῖνος ἀγόρασε ἕνα σεντόνι, κατέβασε τόν Ἰησοῦ, τόν τύλιξε μ’ αὐτό καί τόν τοποθέτησε σ’ ἕνα μνῆμα πού ἦταν λαξεμένο σέ βράχο· μετά κύλησε ἕνα λιθάρι κι ἔκλεισε τήν εἴσοδο τοῦ μνήματος. Ἡ Μαρία ἡ Μαγδαληνή καί ἡ Μαρία ἡ μητέρα τοῦ Ἰωσῆ παρακολουθοῦσαν ποῦ τόν ἔβαλαν. Ὅταν πέρασε τό Σάββατο, ἡ Μαρία ἡ Μαγδαληνή καί ἡ Μαρία ἡ μητέρα τοῦ Ἰακώβου, καί ἡ Σαλώμη, ἀγόρασαν ἀρώματα, γιά νά πᾶνε ν’ ἀλείψουν τό σῶμα τοῦ Ἰησοῦ. Ἦρθαν στό μνῆμα πολύ πρωί τήν ἑπομένη τοῦ Σαββάτου, μόλις ἀνέτειλε ὁ ἥλιος. Κι ἔλεγαν μεταξύ τους: «Ποιός θά μᾶς κυλήσει τήν πέτρα ἀπό τήν εἴσοδο τοῦ μνήματος;» Γιατί ἦταν πάρα πολύ μεγάλη. Μόλις ὅμως κοίταξαν πρός τά ’κεῖ, παρατήρησαν ὅτι ἡ πέτρα εἶχε κυλήσει ἀπό τόν τόπο της. Μόλις μπῆκαν στό μνῆμα, εἶδαν ἕνα νεαρό μέ λευκή στολή νά κάθεται στά δεξιά, καί τρόμαξαν. Αὐτός ὅμως τούς εἶπε: «Μήν τρομάζετε. Ψάχνετε γιά τόν Ἰησοῦ ἀπό τή Ναζαρέτ, τό σταυρωμένο. Ἀναστήθηκε. Δέν εἶναι ἐδῶ. Νά καί τό μέρος ὅπου τόν εἶχαν βάλει. Πηγαίνετε τώρα καί πεῖτε στούς μαθητές του καί στόν Πέτρο: “πηγαίνει πρίν ἀπό σᾶς στήν Γαλιλαία καί σᾶς περιμένει· ἐκεῖ θά τόν δεῖτε, ὅπως σᾶς τό εἶπε”». Οἱ γυναῖκες βγῆκαν κι ἔφυγαν ἀπό τό μνῆμα γεμάτες τρόμο καί δέος· δέν εἶπαν ὅμως τίποτα σέ κανέναν, γιατί ἦταν φοβισμένες.

 

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Πρ. Απ., 6, 1-7)

Ἐν ταῖς ἡμέραις ἐκείναις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον· οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. Ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος Ἁγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν Ἰουδαίων ὑπήκουον τῇ πίστει.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἐκεῖνες τίς μέρες, καθώς μεγάλωνε ὁ ἀριθμός τῶν μαθητῶν, ἄρχισαν νά παραπονιοῦνται οἱ ἑλληνόφωνοι πιστοί ἐναντίον τῶν ἑβραιοφώνων, ὅτι στήν καθημερινή διανομή τῶν τροφίμων δέν φρόντιζαν τίς ἑλληνόφωνες χῆρες ὅσο ἔπρεπε. Τότε οἱ δώδεκα ἀπόστολοι σύναξαν ὅλους τούς μαθητές καί τούς εἶπαν: «Δέν εἶναι σωστό ἐμεῖς ν' ἀφήσουμε τό κήρυγμα τοῦ λόγου τοῦ Θεοῦ καί νά ἀσχολούμαστε μέ διανομές τροφίμων. Φροντίστε, λοιπόν, ἀδελφοί, νά ἐκλέξετε ἀπ' ἀνάμεσά σας ἑφτά ἄντρες μέ καλή φήμη, γεμάτους ἀπό τή σοφία τοῦ Ἁγίου Πνεύματος. Θά ὁρίσουμε αὐτούς νά κάνουν αὐτό τό ἔργο, κι ἐμεῖς θά ἀφιερωθοῦμε ἀποκλειστικά στήν προσευχή καί στό ἔργο τοῦ κηρύγματος». Μ' αὐτά τά λόγια συμφώνησε ὅλη ἡ κοινότητα. Ἔτσι διάλεξαν τό Στέφανο, ἄνθρωπο γεμάτον πίστη καί Ἅγιο Πνεῦμα· ἐπίσης τό Φίλιππο, τόν Πρόχορο, τό Νικάνορα, τόν Τίμωνα, τόν Παρμενᾶ καί τό Νικόλαο ἀπό τήν Ἀντιόχεια, ὁ ὁποῖος προηγουμένως εἶχε προσχωρήσει στόν Ἰουδαϊσμό. Ἡ κοινότητα τούς ἔφερε μπροστά στούς ἀποστόλους, οἱ ὁποῖοι προσευχήθηκαν κι ἔβαλαν τά χέρια πάνω στά κεφάλια αὐτῶν τῶν ἑφτά. Στό μεταξύ ὁ λόγος τοῦ Θεοῦ εἶχε μεγάλη διάδοση. Ὁ ἀριθμός τῶν μαθητῶν στήν Ἱερουσαλήμ μεγάλωνε πολύ καί πάρα πολλοί Ἰουδαῖοι ἀποδέχονταν τήν πίστη.

11 Μαΐου 2024

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΘΩΜΑ

 

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Ἰωάν. 20, 19-31)

Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· λάβετε Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ” αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ” ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ” αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅτι ἑώρακάς με, πεπίστευκας·μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καί ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Τήν ἴδια ἐκείνη μέρα, δηλαδή τήν πρώτη μέρα μετά τό Σάββατο, ὅταν βράδιασε κι ἐνῶ οἱ μαθητές ἦταν συγκεντρωμένοι κάπου μέ κλειστές τίς πόρτες, ἐπειδή φοβοῦνταν τίς ἰουδαϊκές ἀρχές, ἦρθε ὁ Ἰησοῦς, στάθηκε στή μέση καί τούς λέει: «Εἰρήνη σ’ ἐσᾶς». Κι ὅταν τό εἶπε αὐτό, τούς ἔδειξε τά χέρια καί τήν πλευρά του. Οἱ μαθητές χάρηκαν πού εἶδαν τόν Κύριο. Ὁ Ἰησοῦς τούς εἶπε πάλι: «Εἰρήνη σ’ ἐσᾶς! Ὅπως ὁ Πατέρας ἔστειλε ἐμένα, ἔτσι στέλνω κι ἐγώ ἐσᾶς». Ἔπειτα ἀπό τά λόγια αὐτά, φύσηξε στά πρόσωπά τους καί τούς λέει: «Λάβετε Πνεῦμα Ἅγιο. Σέ ὅποιους συγχωρήσετε τίς ἁμαρτίες, θά τούς εἶναι συγχωρημένες· σέ ὅποιους τίς κρατήσετε ἀσυγχώρητες, θά κρατηθοῦν ἔτσι». Ὁ Θωμᾶς ὅμως, ἕνας ἀπό τούς δώδεκα μαθητές, πού λεγόταν Δίδυμος, δέν ἦταν μαζί τους ὅταν ἦρθε ὁ Ἰησοῦς. Τοῦ ἔλεγαν λοιπόν οἱ ἄλλοι μαθητές: «Εἴδαμε τόν Κύριο μέ τά μάτια μας». Αὐτός ὅμως τούς εἶπε: «Ἐγώ ἄν δέν δῶ στά χέρια τοῦ τά σημάδια ἀπό τά καρφιά, κι ἄν δέ βάλω τό δάχτυλό μου στά σημάδια ἀπό τά καρφιά, καί δέ βάλω τό χέρι μου στή λογχισμένη πλευρά του, δέ θά πιστέψω». Ὀχτώ μέρες ἀργότερα οἱ μαθητές ἦταν πάλι μέσα στό σπίτι, μαζί τους κι ὁ Θωμᾶς. Ἔρχεται λοιπόν ὁ Ἰησοῦς, ἐνῶ οἱ πόρτες ἦταν κλειστές, στάθηκε στή μέση καί εἶπε: «Εἰρήνη σ’ ἐσᾶς». Ἔπειτα λέει στό Θωμᾶ: «Φέρε ἐσύ τό δάχτυλό σου ἐδῶ καί δές τά χέρια μου, φέρε καί τό χέρι σου καί βάλ’ το στήν πλευρά μου. Μήν ἀμφιβάλλεις καί πίστεψε». Ὁ Θωμᾶς τότε τοῦ ἀποκρίθηκε: «Εἶσαι ὁ Κύριός μου καί ὁ Θεός μου». Τοῦ λέει τότε ὁ Ἰησοῦς: «Πείστηκες ἐπειδή μέ εἶδες μέ τά μάτια σου· μακάριοι ἐκεῖνοι πού πιστεύουν χωρίς νά μ’ ἔχουν δεῖ!» Ὁ Ἰησοῦς ἔκανε βέβαια καί πολλά ἄλλα θαύματα μπροστά στούς μαθητές του, πού δέν εἶναι γραμμένα σ’ αὐτό ἐδῶ τό βιβλίο. Αὐτά ὅμως γράφτηκαν γιά νά πιστέψετε πώς ὁ Ἰησοῦς εἶναι ὁ Χριστός ὁ Υἱός τοῦ Θεοῦ, καί πιστεύοντας νά ἔχετε δι’ αὐτοῦ τή ζωή.


ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Πρ. Ἀπ. 5, 12-20)

Ἐν ταῖς ἡμέραις ἐκείναις, διὰ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλὰ· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ Στοᾷ Σολομῶντος. Τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ’  ἐμεγάλυνεν αὐτοὺς ὁ λαός· μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν· ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων Ἰερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες. Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου καὶ ἐπέβαλον τὰς χεῖρας ἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. Ἄγγελος δὲ Κυρίου διὰ νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς ἐξαγαγών τε αὐτοὺς εἶπε· Πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Τίς ἡμέρες ἐκεῖνες, μέ τά χέρια τῶν ἀποστόλων γίνονταν πολλά ἐκπληκτικά θαύματα στό λαό. Οἱ πιστοί συνήθιζαν νά συγκεντρώνονται ὅλοι μαζί στή Στοά τοῦ Σολομώντα. Ἀπό τούς ἄλλους πού ἦταν στό ναό κανείς δέν τολμοῦσε νά προσκολληθεῖ σ’ αὐτούς, ὅμως ὁ λαός τούς εἶχε σέ μεγάλη ὑπόληψη. Ὅλο καί περισσότερα πλήθη ἀπό ἄντρες καί γυναῖκες πίστευαν στόν Κύριο καί γίνονταν μέλη τῆς ἐκκλησίας. Ἀκόμη καί στίς πλατεῖες ἔφερναν τούς ἀσθενεῖς καί τούς ξάπλωναν σέ κρεβάτια καί σέ φορεῖα, γιά νά πέσει πάνω σε κάποιον ἀπ’ αὐτούς ἔστω καί ἡ σκιά τοῦ Πέτρου ὅταν αὐτός ἐρχόταν. Κι ἀπό τίς πόλεις πού ἦταν γύρω στήν Ἱερουσαλήμ συνέρρεε τό πλῆθος, φέρνοντας ἀρρώστους κι ἄλλους πού τούς βασάνιζαν πνεύματα πονηρά· κι ὅλοι αὐτοί γιατρεύονταν.Τότε ὁ ἀρχιερέας καί ὅλοι ὅσοι ἦταν μαζί του, δηλαδή αὐτοί πού ἀνῆκαν στό κόμμα τῶν Σαδδουκαίων, γεμάτοι φθόνο ἐπίασαν τούς ἀποστόλους καί τούς ἔβαλαν στή φυλακή. Ἀλλά, τή νύχτα, ἕνας ἄγγελος Κυρίου ἄνοιξε τίς πόρτες τῆς φυλακῆς, τούς ἔβγαλε ἔξω καί τούς εἶπε. «Πηγαίνετε στό ναό καί κηρύξτε στό λαό τό μήνυμα γι’ αὐτή τήν καινούρια ζωή».

27 Απριλίου 2024

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΒΑΪΩΝ

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Ιωάν. 12, 1-18)

Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ. Ἡ οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. Λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἰούδας Σίμωνος Ἰσκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι· διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; Εἶπε δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ’ ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον εἶχε καὶ τὰ βαλλόμενα ἐβάσταζεν. Εἶπεν οὖν ὁ Ἰησοῦς· ἄφες αὐτήν, εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ’ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι’ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Τῇ ἐπαύριον ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἐκραύγαζον· ὡσαννά· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ’ αὐτό, καθώς ἐστι γεγραμμένον· μὴ φοβοῦ, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου. Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον, ἀλλ’ ὅτε ἐδοξάσθη ὁ Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ’ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. Διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἕξι μέρες πρίν ἀπό τό Πάσχα, ἦρθε ὁ Ἰησοῦς στή Βηθανία, ὅπου ἔμενε ὁ Λάζαρος, πού εἶχε πεθάνει καί ὁ Ἰησοῦς τόν ἀνέστησε ἀπό τούς νεκρούς. Ετοίμασαν, λοιπόν, ἐκεῖ γιά χάρη του δεῖπνο, καί ἡ Μάρθα ὑπηρετοῦσε, ἐνῶ ὁ Λάζαρος ἦταν ἕνας ἀπ’ αὐτούς πού παρακάθονταν μαζί μέ τόν Ἰησοῦ στό δεῖπνο. Τότε ἡ Μαρία πῆρε μιά φιάλη ἀπό τό πιό ἀκριβό ἄρωμα τῆς νάρδου κι ἄλειψε τά πόδια τοῦ Ἰησοῦ. Ἔπειτα σκούπισε μέ τά μαλλιά της τά πόδια του, κι ὅλο τό σπίτι γέμισε μέ τήν εὐωδιά τοῦ μύρου. Λέει τότε ὁ Ἰούδας ὁ Ἰσκαριώτης, ἕνας ἀπό τούς μαθητές του, αὐτός πού σκόπευε νά τόν προδώσει: «Γιατί νά μήν πουληθεῖ αὐτό τό μύρο γιά τριακόσια ἀργυρά νομίσματα, καί τά χρήματα νά διανεμηθοῦν στούς φτωχούς;» Αυτό τό εἶπε ὄχι γιατί νοιαζόταν γιά τούς φτωχούς, ἀλλά γιατί ἦταν κλέφτης καί, καθώς διαχειριζόταν τό κοινό ταμεῖο, συχνά κρατοῦσε γιά τόν ἑαυτό του ἀπό τά χρήματα πού ἔβαζαν σ’ αὐτό. Εἶπε τότε ὁ Ἰησοῦς: «Ἄφησέ την ἥσυχη· αὐτό πού κάνει εἶναι γιά τήν ἡμέρα τοῦ ἐνταφιασμοῦ μου. Οἱ φτωχοί πάντοτε θά ὑπάρχουν κοντά σας, ἐμένα ὅμως δέ θά μέ ἔχετε πάντοτε». Πλῆθος πολύ ἀπό τούς Ἰουδαίους τῆς πόλεως ἔμαθαν ὅτι ὁ Ἰησοῦς βρίσκεται ἐκεῖ καί ἦρθαν γιά νά δοῦν ὄχι μόνο αὐτόν ἀλλά καί τό Λάζαρο, πού τόν εἶχε ἀναστήσει ἀπό τούς νεκρούς. Γι’ αὐτό οἱ ἀρχιερεῖς ἀποφάσισαν νά σκοτώσουν καί τό Λάζαρο, ἐπειδή ἐξαιτίας του πολλοί Ἰουδαῖοι ἐγκατέλειπαν αὐτούς καί πίστευαν στόν Ἰησοῦ. Τήν ἄλλη μέρα, τό μεγάλο πλῆθος πού εἶχε ἔρθει γιά τή γιορτή τοῦ Πάσχα, ὅταν ἄκουσαν ὅτι ἔρχεται ὁ Ἰησοῦς στά Ἱεροσόλυμα, πῆραν κλαδιά φοινικιᾶς, καί βγῆκαν ἀπό τήν πόλη νά τόν προϋπαντήσουν κραυγάζοντας: Δόξα στό Θεό! Εὐλογημένος αὐτός πού ἔρχεται σταλμένος ἀπό τόν Κύριο! Εὐλογημένος ὁ βασιλιάς τοῦ Ἰσραήλ! Ὁ Ἰησοῦς εἶχε βρεῖ ἕνα γαϊδουράκι καί κάθισε πάνω του, ὅπως λέει ἡ Γραφή: Μή φοβᾶσαι θυγατέρα μου, πόλη τῆς Σιών· νά πού ἔρχεται σ’ ἐσένα ὁ βασιλιάς σου, σέ γαϊδουράκι πάνω καθισμένος. Αὐτά στήν ἀρχή δέν τά κατάλαβαν οἱ μαθητές του· ὅταν ὅμως ὁ Ἰησοῦς ἀνυψώθηκε στή θεία δόξα, τότε τά θυμήθηκαν. Ὅ,τι εἶχε γράψει γιά κεῖνον ἡ Γραφή, αὐτά καί τοῦ ἔκαναν. Ὅλοι, λοιπόν, ἐκεῖνοι πού ἦταν μαζί μέ τόν Ἰησοῦ, ὅταν φώναξε τό Λάζαρο ἀπό τόν τάφο καί τόν ἀνέστησε ἀπό τούς νεκρούς, διηγοῦνταν αὐτά πού εἶχαν δεῖ. Γι’ αὐτό ἦρθε τό πλῆθος νά τόν προϋπαντήσει, ἐπειδή ἔμαθαν ὅτι αὐτός εἶχε κάνει τό θαυμαστό αὐτό σημεῖο.

 

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Φιλ. 4, 4-9)

Ἀδελφοί, χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. Ὁ Κύριος ἐγγύς. Μηδὲν μεριμνᾶτε, ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν, καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε· ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

 Ἀδελφοί, νά χαίρεστε πάντοτε μέ τή χαρά πού δίνει ἡ κοινωνία μέ τόν Κύριο. Θά τό πῶ καί πάλι: νά χαίρεστε. Σ’ ὅλους νά δείχνετε τήν καλοσύνη σας. Ὁ Κύριος ἔρχεται σύντομα. Γιά τίποτε νά μή σᾶς πιάνει ἄγχος, ἀλλά σέ κάθε περίσταση τά αἰτήματά σας νά τά ἀπευθύνετε στό Θεό μέ προσευχή καί δέηση, πού θά συνοδεύονται ἀπό εὐχαριστία. Και ἡ εἰρήνη τοῦ Θεοῦ, πού εἶναι ἀσύλληπτη στό ἀνθρώπινο μυαλό, θά διαφυλάξει τίς καρδιές καί τίς σκέψεις σας κοντά στόν Ἰησοῦ Χριστό. Τέλος, ἀδερφοί μου, ὅ,τι εἶναι ἀληθινό, σεμνό, δίκαιο, καθαρό, ἀξιαγάπητο, καλόφημο, ὅ,τι ἔχει σχέση μέ τήν ἀρετή καί εἶναι ἄξιο ἐπαίνου, αὐτά νά ἔχετε στό μυαλό σας. Αυτά πού μάθατε, παραλάβατε κι ἀκούσατε ἀπό μένα, αὐτά πού εἴδατε σ’ ἐμένα, αὐτά νά κάνετε κι ἐσεῖς. Καί ὁ Θεός πού δίνει τήν εἰρήνη θά εἶναι μαζί σας.

20 Απριλίου 2024

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ Ε΄ ΝΗΣΤΕΙΩΝ (ΟΣΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΑΙΓΥΠΤΙΑΣ)

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Μάρκ. 10, 32-45)

Τῷ καιρῷ ἐκείνῳ, παραλαμβάνει ὁ Ἰησοῦς τοὺς δώδεκα καί ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν, ὅτι Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι, καὶ ἐμπαίξουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἐμπτύσουσιν αὐτῷ καὶ ἀποκτενοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης υἱοὶ Ζεβεδαίου λέγοντες· Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν ποιήσῃς ἡμῖν. Ὁ δὲ εἶπεν αὐτοῖς· τί θέλετε ποιῆσαί με ὑμῖν; Οἱ δὲ εἶπον αὐτῷ· δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; Οἱ δὲ εἶπον αὐτῷ· δυνάμεθα. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται. Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς· οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. Οὐχ οὕτω δὲ ἔσται ἐν ὑμῖν, ἀλλ’ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, καὶ ὃς ἐὰν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος· καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Τόν καιρό ἐκεῖνοπῆρε  Ἰησοῦς τοὺς δώδεκα μαθητές του κι ἄρχισε νά τούς λέει τά ὅσα ἦταν νά τοῦ συμβοῦν. «Ἀκοῦστε», τούς ἔλεγε· «τώρα πού ἀνεβαίνουμε στά Ἱεροσόλυμα, ὁ Υἱός τοῦ Ἀνθρώπου θά παραδοθεῖ στούς ἀρχιερεῖς καί στούς γραμματεῖς, πού θά τόν καταδικάσουν σέ θάνατο καί θά τόν παραδώσουν στούς ἐθνικούς. Θα τόν περιγελάσουν, θά τόν μαστιγώσουν, θά τόν φτύσουν καί θά τόν θανατώσουν· καί τήν τρίτη ἡμέρα θ’ ἀναστηθεῖ». Πλησιάζουν τότε τόν Ἰησοῦ ὁ Ἰάκωβος καί ὁ Ἰωάννης, οἱ γιοί τοῦ Ζεβεδαίου, καί τοῦ λένε: «Διδάσκαλε, θέλουμε νά μᾶς κάνεις τή χάρη πού θά σοῦ ζητήσουμε». «Τί θέλετε νά κάνω γιά σᾶς;» τούς ρώτησε ἐκεῖνος. «Ὅταν θά ἐγκαταστήσεις τήν ἔνδοξη βασιλεία σου», τοῦ ἀποκρίθηκαν, «βάλε μας νά καθίσουμε ὁ ἕνας στά δεξιά σου κι ὁ ἄλλος στά ἀριστερά σου». Ὁ Ἰησοῦς τότε τούς εἶπε: «Δέν ξέρετε τί ζητᾶτε. Μπορεῖτε νά πιεῖτε τό ποτήρι τοῦ πάθους ποῦ θά πιῶ ἐγώ ἤ νά βαφτιστεῖτε μέ τό βάπτισμα μέ τό ὁποῖο θά βαφτιστῶ ἐγώ;» «Μποροῦμε», τοῦ λένε. Κι ὁ Ἰησοῦς τούς ἀπάντησε: «Τό ποτήρι πού θά πιῶ ἐγώ θά τό πιεῖτε, καί μέ τό βάπτισμα τῶν παθημάτων μου θά βαφτιστεῖτε· τό νά καθίσετε ὅμως στά δεξιά μου καί στά ἀριστερά μου δέν μπορῶ νά σᾶς τό δώσω ἐγώ, ἀλλά θά δοθεῖ σ’ αὐτούς γιά τούς ὁποίους ἔχει ἑτοιμαστεῖ». Όταν τ’ ἄκουσαν αὐτά οἱ ὑπόλοιποι δέκα μαθητές, ἄρχισαν ν’ ἀγανακτοῦν μέ τόν Ἰάκωβο καί τόν Ἰωάννη. Τούς κάλεσε τότε ὁ Ἰησοῦς καί τούς λέει: «Ξέρετε ὅτι αὐτοί πού θεωροῦνται ἡγέτες τῶν ἐθνῶν ἀσκοῦν ἀπόλυτη ἐξουσία πάνω τους, καί οἱ ἄρχοντές τους τά καταδυναστεύουν. Σ’ ἐσᾶς ὅμως δέν πρέπει νά συμβαίνει αὐτό, ἀλλά ὅποιος θέλει νά γίνει μεγάλος ἀνάμεσά σας πρέπει νά γίνει ὑπηρέτης σας· καί ὅποιος ἀπό σᾶς θέλει νά εἶναι πρῶτος, πρέπει νά γίνει δοῦλος ὅλων. Γιατί καί ὁ Υἱός τοῦ Ἀνθρώπου δέν ἦρθε γιά νά τόν ὑπηρετήσουν, ἀλλά γιά νά ὑπηρετήσει καί νά προσφέρει τή ζωή του λύτρο γιά ὅλους».

 

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Εβρ. 9, 11-14)

ἈδελφοίΧριστὸς παραγενόμενος Ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆςοὐ χειροποιήτουτοῦτ’ ἔστιν οὐ ταύτης τῆς κτίσεωςοὐδὲ δι’ αἵματος τράγων καὶ μόσχωνδιὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ Ἅγιααἰωνίαν λύτρωσιν εὑράμενοςΕἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότηταπόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦὃς διὰ Πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷκαθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι;

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀδελφοί Χριστός ἦρθε ὡς ἀρχιερέας τῶν ἀγαθῶν πραγμάτων πού προσμένουμε σκηνή στήν ὁποία μπῆκε εἶναι ἀνώτερη καί τελειότερηΔέν εἶναι ἀνθρώπινο κατασκεύασμαμέρος δηλαδή αὐτῆς τῆς δημιουργίας Χριστός μπῆκε μιά γιά πάντα στά ἅγια τῶν ἁγίωνγιά νά προσφέρει αἷμα ὄχι ταύρων καί μοσχαριῶνἀλλά τό δικό του αἷμα· κι ἔτσι μᾶς ἐξασφάλισε τήν αἰώνια σωτηρίαΤό αἷμα τῶν ταύρων καί τῶν τράγωνκαί τό ράντισμα μέ τή στάχτη τοῦ δαμαλιοῦ ἐξαγνίζουν τούς θρησκευτικά ἀκάθαρτους καθαρίζοντάς τους ἐξωτερικάΠόσο μᾶλλον τό αἷμα τοῦ ΧριστοῦΑὐτόςἔχοντας τό Πνεῦμα τοῦ Θεοῦπρόσφερε τόν ἑαυτό του ἄψογη θυσία στό Θεόκι ἔτσι θά καθαρίσει τή συνείδησή σας ἀπό τά ἔργα πού ὁδηγοῦν στό θάνατογιά νά μπορεῖτε νά λατρεύετε τόν ἀληθινό Θεό.