ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Μάρκ. 15,43 – 16,8)
Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων
βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε
πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη
τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε·
καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. Καὶ ἀγοράσας σινδόνα
καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν
λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. Ἡ δὲ
Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται. Καί διαγενομένου τοῦ
σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα
ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. Καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον,
ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ
τῆς θύρας τοῦ μνημείου; καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν
γὰρ μέγας σφόδρα. Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν
τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς·
μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν
ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. Ἀλλ ̓ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ
τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν.
Καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ
οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Ἐκεῖνο τόν καιρό, ὁ Ἰωσήφ, ἕνα ἀξιοσέβαστο μέλος τοῦ
συνεδρίου, πού καταγόταν ἀπό τήν Ἀριμαθαία, καί περίμενε κι αὐτός τή βασιλεία
τοῦ Θεοῦ, τόλμησε νά πάει στόν Πιλᾶτο καί νά τοῦ ζητήσει τό σῶμα τοῦ Ἰησοῦ. Ὁ
Πιλᾶτος ἀπόρησε πού ὁ Ἰησοῦς εἶχε κιόλας πεθάνει. Κάλεσε τόν ἑκατόνταρχο καί
τόν ρώτησε ἄν εἶχε πεθάνει ἀπό ὥρα. Ὅταν πῆρε τήν ἀπάντηση ἀπό τόν ἑκατόνταρχο, χάρισε τό σῶμα
στόν Ἰωσήφ. Ἐκεῖνος ἀγόρασε ἕνα σεντόνι, κατέβασε τόν Ἰησοῦ, τόν τύλιξε μ’ αὐτό
καί τόν τοποθέτησε σ’ ἕνα μνῆμα πού ἦταν λαξεμένο σέ βράχο· μετά κύλησε ἕνα
λιθάρι κι ἔκλεισε τήν εἴσοδο τοῦ μνήματος. Ἡ Μαρία ἡ Μαγδαληνή καί ἡ Μαρία ἡ
μητέρα τοῦ Ἰωσῆ παρακολουθοῦσαν ποῦ τόν ἔβαλαν. Ὅταν πέρασε τό Σάββατο, ἡ Μαρία
ἡ Μαγδαληνή καί ἡ Μαρία ἡ μητέρα τοῦ Ἰακώβου, καί ἡ Σαλώμη, ἀγόρασαν ἀρώματα,
γιά νά πᾶνε ν’ ἀλείψουν τό σῶμα τοῦ Ἰησοῦ. Ἦρθαν στό μνῆμα πολύ πρωί τήν ἑπομένη
τοῦ Σαββάτου, μόλις ἀνέτειλε ὁ ἥλιος. Κι ἔλεγαν μεταξύ τους: «Ποιός θά μᾶς
κυλήσει τήν πέτρα ἀπό τήν εἴσοδο τοῦ μνήματος;» Γιατί ἦταν πάρα πολύ μεγάλη.
Μόλις ὅμως κοίταξαν πρός τά ’κεῖ, παρατήρησαν ὅτι ἡ πέτρα εἶχε κυλήσει ἀπό τόν
τόπο της. Μόλις μπῆκαν στό μνῆμα, εἶδαν ἕνα νεαρό μέ λευκή στολή νά κάθεται στά
δεξιά, καί τρόμαξαν. Αὐτός ὅμως τούς εἶπε: «Μήν τρομάζετε. Ψάχνετε γιά τόν Ἰησοῦ
ἀπό τή Ναζαρέτ, τό σταυρωμένο. Ἀναστήθηκε. Δέν εἶναι ἐδῶ. Νά καί τό μέρος ὅπου
τόν εἶχαν βάλει. Πηγαίνετε τώρα καί πεῖτε στούς μαθητές του καί στόν Πέτρο:
“πηγαίνει πρίν ἀπό σᾶς στήν Γαλιλαία καί σᾶς περιμένει· ἐκεῖ θά τόν δεῖτε, ὅπως
σᾶς τό εἶπε”». Οἱ γυναῖκες βγῆκαν κι ἔφυγαν ἀπό τό μνῆμα γεμάτες τρόμο καί
δέος· δέν εἶπαν ὅμως τίποτα σέ κανέναν, γιατί ἦταν φοβισμένες.
ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Πρ. Απ., 6, 1-7)
Ἐν ταῖς ἡμέραις ἐκείναις πληθυνόντων τῶν μαθητῶν ἐγένετο
γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ
καθημερινῇ αἱ χῆραι αὐτῶν. Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον·
οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. Ἐπισκέψασθε
οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος Ἁγίου καὶ
σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ
διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους·
καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον
καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα,
οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ
σφόδρα, πολύς τε ὄχλος τῶν Ἰουδαίων ὑπήκουον τῇ πίστει.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Ἐκεῖνες τίς μέρες, καθώς μεγάλωνε ὁ ἀριθμός τῶν μαθητῶν, ἄρχισαν νά παραπονιοῦνται οἱ ἑλληνόφωνοι πιστοί ἐναντίον τῶν ἑβραιοφώνων, ὅτι στήν καθημερινή διανομή τῶν τροφίμων δέν φρόντιζαν τίς ἑλληνόφωνες χῆρες ὅσο ἔπρεπε. Τότε οἱ δώδεκα ἀπόστολοι σύναξαν ὅλους τούς μαθητές καί τούς εἶπαν: «Δέν εἶναι σωστό ἐμεῖς ν' ἀφήσουμε τό κήρυγμα τοῦ λόγου τοῦ Θεοῦ καί νά ἀσχολούμαστε μέ διανομές τροφίμων. Φροντίστε, λοιπόν, ἀδελφοί, νά ἐκλέξετε ἀπ' ἀνάμεσά σας ἑφτά ἄντρες μέ καλή φήμη, γεμάτους ἀπό τή σοφία τοῦ Ἁγίου Πνεύματος. Θά ὁρίσουμε αὐτούς νά κάνουν αὐτό τό ἔργο, κι ἐμεῖς θά ἀφιερωθοῦμε ἀποκλειστικά στήν προσευχή καί στό ἔργο τοῦ κηρύγματος». Μ' αὐτά τά λόγια συμφώνησε ὅλη ἡ κοινότητα. Ἔτσι διάλεξαν τό Στέφανο, ἄνθρωπο γεμάτον πίστη καί Ἅγιο Πνεῦμα· ἐπίσης τό Φίλιππο, τόν Πρόχορο, τό Νικάνορα, τόν Τίμωνα, τόν Παρμενᾶ καί τό Νικόλαο ἀπό τήν Ἀντιόχεια, ὁ ὁποῖος προηγουμένως εἶχε προσχωρήσει στόν Ἰουδαϊσμό. Ἡ κοινότητα τούς ἔφερε μπροστά στούς ἀποστόλους, οἱ ὁποῖοι προσευχήθηκαν κι ἔβαλαν τά χέρια πάνω στά κεφάλια αὐτῶν τῶν ἑφτά. Στό μεταξύ ὁ λόγος τοῦ Θεοῦ εἶχε μεγάλη διάδοση. Ὁ ἀριθμός τῶν μαθητῶν στήν Ἱερουσαλήμ μεγάλωνε πολύ καί πάρα πολλοί Ἰουδαῖοι ἀποδέχονταν τήν πίστη.