18 Ιανουαρίου 2025

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ ΙΒ΄ ΛΟΥΚΑ (ΤΩΝ 10 ΛΕΠΡΩΝ)

 

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Λουκ. 17,12 –19)

Τῷ καιρῷ εκείνω, εἰσερχομένου τοῦ Ἰησοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν, καὶ αὐτοὶ ἦραν φωνὴν  λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς.  καὶ ἰδὼν  εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. ἀποκριθεὶς  δὲ ὁ Ἰησοῦς  εἶπεν·  Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν;  οἱ δὲ ἐννέα  ποῦ; οὐχ  εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰμὴ ὁ ἀλλογενὴς οὗτος; καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἐκεῖνο  τόν  καιρό,  καθώς ἔμπαινε ὁ Ἰησοῦς  σ’ ἕνα  χωριό,  τόν συνάντησαν  δέκα  λεπροί·  στάθηκαν  λοιπόν ἀπό  μακριά  καί  τοῦ φώναζαν  δυνατά:  «Ἰησοῦ, ἀφέντη, ἐλέησέ  μας!»  Βλέποντάς  τους ἐκεῖνος τούς εἶπε: «Πηγαίνετε νά σᾶς ἐξετάσουν οἱ ἱερεῖς». Καί καθώς πήγαιναν, καθαρίστηκαν ἀπό τή λέπρα. Ἕνας ἀπ’ αὐτούς, ὅταν εἶδε ὅτι θεραπεύτηκε, γύρισε δοξάζοντας μέ δυνατή φωνή τόν Θεό, ἔπεσε μέ τό πρόσωπο στά πόδια τοῦ Ἰησοῦ καί τόν εὐχαριστοῦσε. Κι αὐτός ἦταν Σαμαρείτης. Τότε ὁ Ἰησοῦς εἶπε: «Δέ θεραπεύτηκαν καί οἱ δέκα; Οἱ ἄλλοι ἐννιά ποῦ εἶναι; Κανένας τους δέ βρέθηκε νά γυρίσει νά δοξάσει τόν Θεό παρά μόνο τοῦτος ἐδῶ ὁ ἀλλοεθνής;» Καί σ’ αὐτόν εἶπε: «Σήκω καί πήγαινε στό καλό· ἡ πίστη σου σέ ἔσωσε».

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Κολ. 3, 4-11)

Ἀδελφοί, ὅταν Χριστὸς φανερωθῇ, ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, δι ἔρχεται ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς· νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ ̓ εἰκόνα τοῦ κτίσαντος αὐτόν, ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ίουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀδελφοίὅταν  Χριστόςπού εἶναι  ἀληθινή ζωή μαςφανερωθεῖτότε κι ἐσεῖς θά φανερωθεῖτε μαζί του δοξασμένοι στήν παρουσία τουἈπονεκρῶστε,  λοιπόν,τι  σᾶς  συνδέει  μέ τό ἁμαρτωλό παρελθόνΤήν πορνείατήν ἠθική ἀκαθαρσίατό πάθοςτήν κακή ἐπιθυμία καί τήν πλεονεξίαπού εἶναι εἰδωλολατρίαΓιά ὅλα αὐτά θά πέσει  ὀργή τοῦ Θεοῦ πάνω  σ’ ἐκείνους  πού δέ θέλουν  νά πιστέψουνΣ’ αὐτούς ἀνήκατε ἄλλοτε κι ἐσεῖςὅταν αὐτά τά πάθη δυνάστευαν τή ζωήσαςΤώρα ὅμως πετάξτε τα ὅλα αὐτά ἀπό πάνω σας:  Τήν ὀργή,  τό θυμό,  τήν  πονηρία,  τήν  κακολογία  καί  τήν αἰσχρολογίαΜή λέτε ψέματα  ἕνας στόν ἄλλοἀφοῦ βγάλατε ἀπό πάνω σας τόν παλιό ἁμαρτωλό ἑαυτό σας μέ τίς συνήθειές τουΤώρα πιά ἔχετε ντυθεῖ τόν καινούριο ἄνθρωποπού ἀνανεώνεται συνεχῶς σύμφωνα μέ τήν εἰκόνα τοῦ δημιουργοῦ τουὥστε μέ τή νέα ζωή του νά φτάσει στήν τέλεια γνώση τοῦ ΘεοῦΣ’ αὐτή τή νέα κατάσταση δέν ὑπάρχουν πιά ἐθνικοί καί Ἰουδαῖοιπεριτμημένοι κι ἀπερίτμητοι, βάρβαροι, Σκύθες, δοῦλοι, ἐλεύθεροι· τοῦ Χριστοῦ εἶναι ὅλα καί ὁ Χριστός τά διέπει ὅλα.