ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Λουκ. 8, 41-56)
Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις
προσῆλθε τῷ Ἰησοῦ, ᾧ ὄνομα Ἰάειρος,
καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας
τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν
εἰς τὸν οἶκον αὐτοῦ, ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς
ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνησκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.
Καὶ γυνὴ οὖσα ἐν ρύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ ̓ οὐδενὸς θεραπευθῆναι, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου
τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ρύσις τοῦ αἵματος αὐτῆς. Καὶ εἶπεν
ὁ Ἰησοῦς· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν
αὐτῷ· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε
καὶ ἀποθλίβουσι, καὶ λέγεις τίς ὁ ἁψάμενός μου; Ὁ δὲ Ἰησοῦς εἶπεν· ἥψατό
μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ ̓ ἐμοῦ. Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε,
τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι ̓ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον
παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. Ὁ δὲ εἶπεν αὐτῇ· θάρσει, θύγατερ, ἡ πίστις
σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην. Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου
λέγων αὐτῷ ὅτι τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον. Ὁ δὲ Ἰησοῦς ἀκούσας
ἀπεκρίθη αὐτῷ λέγων· μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται. Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν
οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰμὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα
τῆς παιδὸς καὶ τὴν μητέρα. Ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπε· μὴ
κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. Καὶ
κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. Αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας
καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων· ἡ παῖς, ἐγείρου. Καὶ ἐπέστρεψε τὸ πνεῦμα
αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. Καὶ ἐξέστησαν οἱ
γονεῖς αὐτοῖς. Ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Τόν καιρό ἐκεῖνο, ἦρθε κάποιος πού τόν ἔλεγαν Ἰάειρο καί ἦταν
ἄρχοντας τῆς συναγωγῆς. Αὐτός ἔπεσε στά πόδια τοῦ Ἰησοῦ καί τόν παρακαλοῦσε νά πάει στό σπίτι του,
γιατί εἶχε μιά
μοναχοκόρη δώδεκα χρόνων, πού ἦταν ἑτοιμοθάνατη. Τήν ὥρα πού ὁ Ἰησοῦς
βάδιζε πρός τό σπίτι,
τά πλήθη
τόν περιέβαλλαν ἀσφυκτικά. Κάποια γυναίκα,
πού ὑπέφερε ἀπό αἱμορραγία δώδεκα χρόνια καί εἶχε ξοδέψει ὅλη της τήν
περιουσία στούς γιατρούς, χωρίς κανένας νά μπορέσει νά τήν κάνει καλά, πῆγε πίσω
ἀπό τόν Ἰησοῦ, ἄγγιξε τήν ἄκρη τοῦ ρούχου του, κι ἀμέσως ἡ αἱμορραγία της σταμάτησε.
Τότε ὁ Ἰησοῦς εἶπε: «Ποιός μέ ἄγγιξε;» Ἐνῶ ὅλοι ἀρνιοῦνταν, ὁ Πέτρος καί ὅσοι ἦταν
μαζί του ἔλεγαν: «Διδάσκαλε, οἱ ὄχλοι
ἔχουν στριμωχτεῖ κοντά σου καί σέ πιέζουν κι ἐσύ λές ποιός μέ ἄγγιξε;» Ὁ Ἰησοῦς
ὅμως εἶπε: «Κάποιος μέ ἄγγιξε, γιατί ἐγώ ἔνιωσα νά βγαίνει ἀπό μένα δύναμη». Μόλις
ἡγυναίκα εἶδε ὅτι δέν ξέφυγε τήν προσοχή του, ἦρθε τρέμοντας κι ἔπεσε στά πόδια
του καί μπροστά σ’ ὅλο τόν κόσμο τοῦ εἶπε γιά ποιά αἰτία τόν ἄγγιξε κι ὅτι εἶχε
γιατρευτεῖ ἀμέσως. Ἐκεῖνος τῆς εἶπε: «Θάρρος, κόρη μου, ἡ πίστη σου σέ ἔσωσε· πήγαινε
στό καλό». Ἐνῶ ὁ Ἰησοῦς ἀκόμα μιλοῦσε, ἦρθε κάποιος ἀπό
τό σπίτι τοῦ ἄρχοντα τῆς συναγωγῆς καί τοῦ λέει: «Ἡκόρη
σου πέθανε· μήν ἐνοχλεῖς πιά τόν δάσκαλο». Ὅταν τό ἄκουσε ὁ Ἰησοῦς, τοῦ εἶπε: «Ἐσύ
μή φοβᾶσαι, μόνο πίστευε, καί θά σωθεῖ». Φτάνοντας στό σπίτι, δέν ἄφησε κανέναν
νά μπεῖ μέσα μαζί του, ἐκτός ἀπό τόν Πέτρο, τόν Ἰωάννη καί τόν Ἰάκωβο, καθώς καί
τόν πατέρα καί τή μητέρα τοῦ κοριτσιοῦ. Ὅλοι ἔκλαιγαν καί τή θρηνολογοῦσαν. Ὁ Ἰησοῦς
ὅμως τούς εἶπε: «Μήν κλαῖτε· δέν πέθανε, ἀλλά κοιμᾶται». Ἐκεῖνοι τόν περιγελοῦσαν, βέβαιοι
πώς εἶχε πεθάνει. Ὁ Ἰησοῦς, ἀφοῦ τούς ἔβγαλε ὅλους ἔξω,
ἔπιασε τό κορίτσι ἀπό τό χέρι καί τοῦ εἶπε δυνατά: «Κορίτσι, σήκω!»
Τό πνεῦμα της ἐπέστρεψε
κι αὐτή ἀμέσως σηκώθηκε. Ὁ Ἰησοῦς
τότε διέταξε νά τῆς δώσουν νά φάει. Οἱ γονεῖς της ἔμειναν κατάπληκτοι. Ἐκεῖνος ὅμως
τούς εἶπε νά μήν ποῦν σέ κανέναν τί εἶχε γίνει.
ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Γαλ. 2, 16-20)
Ἀδελφοί, εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος
ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς
εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα
δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ
ἔργων νόμου πᾶσα σάρξ. Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ
ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο. Εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν
οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ
ζήσω. Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ
ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν
ὑπὲρ ἐμοῦ.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Ἀδελφοί, ξέρουμε πώς ὁ ἄνθρωπος δέν μπορεῖ νά σωθεῖ μέ τήν τήρηση τῶν διατάξεων τοῦ νόμου. Αὐτό γίνεται μόνο μέ τήν πίστη στόν Ἰησοῦ Χριστό. Γι' αὐτό κι ἐμεῖς πιστέψαμε στόν Ἰησοῦ Χριστό, γιά νά δικαιωθοῦμε μέ τήν πίστη στόν Χριστό κι ὄχι μέ τήν τήρηση τοῦ νόμου· γιατί μέ τά ἔργα τοῦ νόμου δέ θά σωθεῖ κανένας ἄνθρωπος. Ἄν ὅμως, ζητώντας νά σωθοῦμε ἀπό τόν Χριστό, βρεθήκαμε νά εἴμαστε κι ἐμεῖς ἁμαρτωλοί ὅπως οἱ ἐθνικοί, σημαίνει τάχα πῶς ὁ Χριστός ὁδηγεῖ στήν ἁμαρτία; Ὄχι βέβαια! Γιατί, ἄν ὅ,τι γκρέμισα τό ξαναχτίζω, εἶναι σάν νά ὁμολογῶ πώς ἔκανα λάθος ὅταν τό γκρέμιζα. Κι ἀληθινά, μέ κριτήριο τόν νόμο, ἔχω πεθάνει γιά τή θρησκεία τοῦ νόμου, γιά νά βρῶ τή ζωή κοντά στόν Θεό. Ἔχω πεθάνει στόν σταυρό μαζί μέ τόν Χριστό. Τώρα πιά δέ ζῶ ἐγώ, ἀλλά ζεῖ στό πρόσωπό μου ὁ Χριστός. Κι ἡ τωρινή σωματική μου ζωή εἶναι ζωή βασισμένη στήν πίστη μου στόν Υἱό τοῦ Θεοῦ, πού μέ ἀγάπησε καί πέθανε ἑκούσια γιά χάρη μου.