02 Σεπτεμβρίου 2023

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ ΙΓ΄ ΜΑΤΘΑΙΟΥ

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Ματθ. 21, 33-42)

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν. Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου. Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος, καὶ ἀπέκτειναν. Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; Λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Εἶπε ὁ Κύριος αὐτή τήν παραβολή· Ἕνας γαιοκτήμονας φύτεψε ἕνα ἀμπέλι, τό περιέφραξε, ἔσκαψε σ’ αὐτό πατητήρι, ἔχτισε πύργο, τό νοίκιασε σέ γεωργούς καί ἔφυγε γιά ἄλλον τόπο. Ὅταν πλησίαζε ἡ ἐποχή τῆς καρποφορίας, ἔστειλε τούς δούλους του στούς γεωργούς νά πάρουν τό μερίδιό του ἀπό τούς καρπούς. Οἱ γεωργοί ὅμως ἐπίασαν τούς δούλους του, κι ἄλλον τόν ἔδειραν, ἄλλον τόν σκότωσαν κι ἄλλον τόν λιθοβόλησαν. Ξανάστειλε ἄλλους δούλους, περισσότερους ἀπό τούς πρώτους καί τούς ἔκαναν τά ἴδια. Τελευταῖον τούς ἔστειλε τό γιό του μέ τή σκέψη: “θά σεβαστοῦν τό γιό μου”. Οἱ γεωργοί ὅμως, ὅταν εἶδαν τό γιό, εἶπαν μεταξύ τους: “αὐτός εἶναι ὁ κληρονόμος. Ἐμπρός, ἄς τόν σκοτώσουμε καί ἄς ἁρπάξουμε τήν κληρονομιά του”. Τόν ἐπίασαν, λοιπόν, τόν ἔβγαλαν ἔξω ἀπό τ’ ἀμπέλι καί τόν σκότωσαν. Ὅταν λοιπόν ἔρθει ὁ ἰδιοκτήτης τοῦ ἀμπελιοῦ, τί θά κάνει σ’ ἐκείνους τούς γεωργούς;» «Εἶναι κακοί», τοῦ λένε. «Γι’ αὐτό θά τούς ἐξολοθρεύσει μέ τό χειρότερο τρόπο καί θά νοικιάσει τό ἀμπέλι σ’ ἄλλους γεωργούς, πού θά τοῦ δίνουν τούς καρπούς στήν ἐποχή τους». Τούς λέει ὁ Ἰησοῦς: «Ποτέ δέ διαβάσατε στίς Γραφές; Ὁ λίθος πού τόν πέταξαν σάν ἄχρηστον οἱ οἰκοδόμοι, αὐτός ἔγινε ἀγκωνάρι· ὁ Κύριος τό ἔκανε αὐτό καί εἶναι ἀξιοθαύμαστο στά μάτια μας».

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Α΄ Κορ. 16, 13-24)

Ἀδελφοί, γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. Ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ ̓ οἶκον αὐτῶν ἐκκλησίᾳ. Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα. Μαρὰν ἀθᾶ. Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ ̓ ὑμῶν. Ἡ ἀγάπη μου μετά πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ· ἀμήν.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀδελφοί, ἀγρυπνεῖτε! Μένετε στέρεοι στήν πίστη! Νά εἶστε γενναῖοι καί δυνατοί! Ὅλες τίς πράξεις σας νά τίς ἐμπνέει ἡ ἀγάπη. Ἔχω νᾶ σᾶς ζητήσω κάτι, ἀδερφοί: Γνωρίζετε τήν οἰκογένεια τοῦ Στεφανᾶ, πού τά μέλη της ὑπῆρξαν ὁ πρῶτος καρπός τοῦ κηρύγματος στήν Ἀχαΐα, κι ἀφιέρωσαν τόν ἑαυτό τους στήν ὑπηρεσία τῶν πιστῶν. Γι’ αὐτό κι ἐσεῖς πρέπει νά ἀκοῦτε τέτοιους ἀνθρώπους καθώς καί ὅποιον ἐργάζεται καί κοπιάζει μαζί τους. Εἶμαι πολύ χαρούμενος ἀπό τήν παρουσία κοντά μου τοῦ Στεφανᾶ, τοῦ Φουρτουνάτου καί τοῦ Ἀχαϊκοῦ, γιατί αὐτοί ἀναπλήρωσαν τό κενό τῆς ἀπουσίας σας. Μοῦ ξεκούρασαν τήν ψυχή, ὅπως καί τή δική σας. Σέ τέτοιους ἀνθρώπους ὀφείλετε ἀναγνώριση. Σᾶς στέλνουν χαιρετισμούς οἱ ἐκκλησίες τῆς Ἀσίας. Πολλούς χριστιανικούς χαιρετισμούς σᾶς στέλνουν ὁ Ἀκύλας καί ἡ Πρίσκιλλα καί ὅλη ἡ ἐκκλησία πού συναθροίζεται σπίτι τους. Σᾶς στέλνουν χαιρετισμούς ὅλοι οἱ ἀδερφοί. Χαιρετῆστε ὁ ἕνας τόν ἄλλο μέ ἀδερφικό φίλημα. Ὁ χαιρετισμός αὐτός γράφεται ἀπό μένα τόν Παῦλο μέ τό ἴδιο μου τό χέρι. Ὅποιος δέν ἀγαπάει τόν Κύριο Ἰησοῦ Χριστό ἄς εἶναι χωρισμένος ἀπό τό σῶμα τῆς ἐκκλησίας. Μαράν ἀθᾶ –ὁ Κύριος ἔρχεται! Ἡ χάρη τοῦ Κυρίου Ἰησοῦ νά εἶναι μαζί σας. Στό ὄνομα τοῦ Ἰησοῦ Χριστοῦ πού μᾶς ἑνώνει,  ἀγάπη μου εἶναι μαζί μέ ὅλους σας. Ἀμήν.