18 Νοεμβρίου 2023

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ Θ΄ ΛΟΥΚΑ

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Λουκ. 12, 16-21)

Εἶπεν ὁ Κύριος  τὴν  παραβολὴν  ταύτην· ἀνθρώπου  τινὸς  πλουσίου εὐφόρησεν ἡ χώρα· καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; Καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας  καὶ μείζονας  οἰκοδομήσω,  καὶ συνάξω ἐκεῖ πάντα  τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου, καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. Εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται; Οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν. Ταῦτα λέγων ἐφώνει: ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. 

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Εἶπε ὁ Κύριος  αὐτή  τήν  παραβολή· Κάποιου  πλούσιου ἀνθρώπου  τά χωράφια ἔδωσαν ἄφθονη σοδειά. Τότε ἐκεῖνος σκεφτόταν καί ἔλεγε: "τί νά κάνω; Δέν ἔχω μέρος νά συγκεντρώσω τά γεννήματά μου! Ἀλλά νά τί θά κάνω", εἶπε. "Θα γκρεμίσω τίς ἀποθῆκες  μου  καί  θά  χτίσω μεγαλύτερες γιά νά συγκεντρώσω ἐκεῖ ὅλη τή σοδειά μου καί τ' ἀγαθά μου. Μετά θά πῶ στόν ἑαυτό μου: τώρα ἔχεις πολλά ἀγαθά, πού ἀρκοῦν γιά χρόνια πολλά· ξεκουράσου, τρῶγε, πίνε, διασκέδαζε". Τότε τοῦ εἶπε ὁ Θεός: "ἀνόητε. Αὐτή τή νύχτα θά παραδώσεις τή ζωή σου. Αὐτά, λοιπόν, πού ἑτοίμασες σέ ποιόν θά ἀνήκουν;" Ἀφοῦ τά εἶπε ὅλα αὐτά, πρόσθεσε μέ ἔμφαση: "Όποιος ἔχει αὐτιά γιά ν' ἀκούει ἄς τά ἀκούει".  

 

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Ἐφ. 2, 14-22)

Ἀδελφοί, Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς, ὅτι δι” αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ· ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀδελφοί, ὁ Χριστός πραγματικά εἶναι γιά μᾶς ἡ εἰρήνη. Αὐτός ἔκανε τούς δύο ἀντιμαχόμενους κόσμους ἕνα λαό καί γκρέμισε μέ τό σταυρικό του θάνατο ὅ,τι σάν τεῖχος τούς χώριζε καί προκαλοῦσε ἔχθρα μεταξύ τους. Κατήργησε δηλαδή τόν ἰουδαϊκό νόμο τῶν ἐντολῶν καί τῶν διατάξεων, γιά νά δημιουργήσει μέ τό ἔργο του ἀπό τά δύο ἐχθρικά μέρη, ἀπό τούς Ἰουδαίους καί τούς ἐθνικούς, μία νέα ἀνθρωπότητα, φέρνοντας τήν εἰρήνη. Κι ἀφοῦ θανάτωσε μέ τό σταυρό του τήν ἔχθρα, ἕνωσε τούς δύο πρώην ἐχθρούς σέ ἕνα σῶμα καί τούς συμφιλίωσε μέ τό Θεό. Ἔτσι, ὁ Χριστός ἦρθε κι ἔφερε τό χαρμόσυνο μήνυμα τῆς εἰρήνης σ’ ἐσάς τούς ἐθνικούς, πού ἤσασταν μακριά ἀπό τό Θεό, καί σ’ ἐσάς τούς Ἰουδαίους, πού ἤσασταν κοντά του. Πραγματικά, διά τοῦ Χριστοῦ μποροῦμε μ’ ἕνα πνεῦμα καί οἱ δύο, ἐθνικοί καί Ἰουδαῖοι, νά πλησιάσουμε τόν Πατέρα. Δέν εἶστε, λοιπόν, πιά ξένοι καί χωρίς δικαιώματα, ἀλλά ἀνήκετε στό λαό τοῦ Θεοῦ, στήν οἰκογένεια τοῦ Θεοῦ. Προστεθήκατε κι ἐσεῖς στό οἰκοδόμημα πού ἔχει θεμέλιο τούς ἀποστόλους καί τούς προφῆτες, κι ἀκρογωνιαῖο λίθο αὐτόν τόν ἴδιο τό Χριστό. Μ’ αὐτόν ὁλόκληρο τό οἰκοδόμημα δένεται καί μεγαλώνει, ὥστε νά γίνει ναός ἅγιος γιά τόν Κύριο. Ὁ Κύριος οἰκοδομεῖ κι ἐσάς μαζί μέ τούς ἄλλους, γιά νά γίνετε πνευματική κατοικία τοῦ Θεοῦ.