27 Ιουλίου 2024

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ Ε΄ ΜΑΤΘΑΙΟΥ

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Ματθ. η΄ 28 - θ΄ 1)

Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. Καὶ ἰδοὺ ἔκραξαν λέγοντες· Τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;  Ἦν δὲ μακρὰν ἀπ' αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. Οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. Καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων · καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. Καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Εκεῖνο τόν καιρό,  ὃταν ἔφτασε ὁ Ἰησοῦς στήν περιοχή τῶν Γεργεσηνῶν, τόν συνάντησαν δύο δαιμονισμένοι πού ἔρχονταν ἀπό τά μνήματα, τόσο φοβεροί, πού κανένας δέν τολμοῦσε νά περάσει ἀπό κεῖνον τό δρόμο. Καί μέ κραυγές τοῦ ἔλεγαν: «Τί δουλειά ἔχεις ἐσύ μ΄ ἐμᾶς, Υἱέ τοῦ Θεοῦ; Ἦρθες ἐδῶ νά μᾶς βασανίσεις πρίν τήν ὥρα μας;» Μακριά ἀπ΄ αὐτούς ἔβοσκε ἕνα μεγάλο κοπάδι χοίρων. Καί οἱ δαίμονες τόν παρακαλοῦσαν λέγοντας: «Ἄν εἶναι νά μᾶς διώξεις, ἄφησέ μας νά πᾶμε στό κοπάδι τῶν χοίρων». Κι ἐκεῖνος τούς εἶπε: «Πηγαίνετε». Αὐτοί βγῆκαν καί πῆγαν στό κοπάδι τῶν χοίρων. Καί ὅλο τό κοπάδι ὅρμησε καί γκρεμίστηκε στή λίμνη καί πνίγηκαν μέσα στά νερά. Οἱ βοσκοί ἔφυγαν, πῆγαν στήν πόλη καί ἀνάγγειλαν ὅλα τά συμβάντα καί ὅ,τι ἔγινε μέ τούς δαιμονισμένους. Βγῆκε τότε ὅλη ἡ πόλη νά συναντήσει τόν Ἰησοῦ, κι ὅταν τόν εἶδαν, τόν παρακάλεσαν νά φύγει ἀπό τήν περιοχή τους. Ὁ Ἰησοῦς ἐπιβιβάστηκε στό πλοῖο, διέσχισε τή λίμνη καί ἦρθε στήν πόλη του.

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Ρωμ. ι΄ 1 – 10)

Αδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν· μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν. Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι «ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς»· ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει· «Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;». Τοῦτ' ἔστι Χριστὸν καταγαγεῖν· ἤ «τίς καταβήσεται εἰς τὴν ἄβυσσον;» Τοῦτ' ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ἀλλὰ τί λέγει; «Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου»· τοῦτ' ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. Ὃτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Αδελφοί, ἡ σφοδρὴ ἐπιθυμία τῆς καρδιᾶς μου καὶ ἡ δέησή μου στὸν Θεὸ εἶναι νὰ ὁδηγηθοῦν οἱ Ἰουδαῖοι στὴ σωτηρία. Μπορῶ νὰ σᾶς βεβαιώσω πὼς ἔχουν ζῆλο Θεοῦ, ἀλλὰ χωρὶς τὴ σωστὴ γνώση. Γι’ αὐτό, στὴν πράξη ἀγνοοῦν τὸ γεγονὸς πὼς μόνο ὁ Θεὸς μπορεῖ νὰ δικαιώσει τὸν ἄνθρωπο, καὶ προσπαθοῦν μὲ κάθε τρόπο νὰ δικαιωθοῦν μὲ τὰ ἔργα τους. Τὸ ἀποτέλεσμα εἶναι πὼς δὲν ἀποδέχτηκαν τὴ δικαίωση ποὺ προσφέρει ὁ Θεὸς μέσω τοῦ Χριστοῦ. Γιατὶ ὁ Χριστὸς εἶναι τὸ τέλος τοῦ νόμου, ἀφοῦ ἐκπληρώνει τὸν σκοπό του, δίνοντας τὴ σωτηρία σ’ ὅποιον πιστεύει. Ὁ Μωυσῆς γράφει γιὰ τὴ δικαίωση ποὺ προέρχεται ἀπὸ τὸ νόμο, ὅτι «ὅποιος πράττει σύμφωνα μὲ τὶς ἐντολὲς τοῦ νόμου, θὰ βρεῖ σ’ αὐτὲς τὴ ζωή». Γιὰ τὴ δικαίωση ὅμως ποὺ πηγάζει ἀπὸ τὴν πίστη, λέει: «Μὴν ἀναρωτηθεῖς, ποιὸς μπορεῖ ν’ ἀνέβει στὸν οὐρανό;» γιὰ νὰ κατεβάσει δηλαδὴ τὸν Χριστό. Οὔτε νὰ πεῖς, «ποιὸς μπορεῖ νὰ κατεβεῖ στὸν ἅδη;» γιὰ ν’ ἀνεβάσει δηλαδὴ τὸν Χριστὸ ἀπὸ τοὺς νεκρούς. Ἀλλὰ τί λέει; «Κοντά σου εἶναι ὁ λόγος, στὸ στόμα σου καὶ στὴν καρδιά σου», καὶ ἐννοεῖ τὸν λόγο τῆς πίστεως ποὺ κηρύττουμε. Ἂν ὁμολογήσεις μὲ τὸ στόμα σου πὼς ὁ Ἰησοῦς εἶναι ὁ Κύριος καὶ πιστέψεις μὲ τὴν καρδιά σου  πὼς ὁ Θεὸς τὸν ἀνέστησε ἀπὸ τοὺς νεκρούς,  θὰ  βρεῖς τὴ  σωτηρία.  Πραγματικά,  ὅποιος  πιστεύει μὲ τὴν καρδιά του, ὁδηγεῖται στὴ δικαίωση, κι ὅποιος ὁμολογεῖ μὲ τὸ στόμα, ὁδηγεῖται στὴ σωτηρία.