25 Ιουνίου 2022

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ Β΄ ΜΑΤΘΑΙΟΥ

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Ματθ. 4, 18-23)

Τῷ καιρῷ ἐκείνῳ, περιπατῶν ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε  δύο ἀδελφούς,  Σίμωνα  τὸν  λεγόμενον  Πέτρον  καὶ Ἀνδρέαν  τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς·  καὶ λέγει  αὐτοῖς·  δεῦτε ὀπίσω  μου  καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν  καταρτίζοντας  τὰ δίκτυα  αὐτῶν,  καὶ ἐκάλεσεν  αὐτούς.  Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἐκεῖνο τὸν καιρό, καθώς ὁ Ἰησοῦς περπατοῦσε στήν ὄχθη τῆς λίμνης τῆς Γαλιλαίας, εἶδε δύο ἀδέρφια, τόν Σίμωνα, πού τόν ἔλεγαν καί Πέτρο, καί τόν ἀδερφό του τόν Ἀνδρέα, νά ρίχνουν τά δίχτυα στή λίμνη, γιατί ἦταν ψαράδες.  «Ἀκολουθῆστε  με»,  τούς  λέει,  «καί  θά  σᾶς  κάνω  ψαράδες ἀνθρώπων». Κι αὐτοί ἀμέσως ἄφησαν τά δίχτυα καί τόν ἀκολούθησαν. Προχωρώντας πιό πέρα ἀπό 'κεῖ, εἶδε δύο ἄλλους ἀδερφούς, τόν Ἰάκωβο, γιό  τοῦ Ζεβεδαίου,  καί  τόν ἀδερφό  του  τόν Ἰωάννη.  Βρίσκονταν  στό ψαροκάικο μαζί μέ τόν πατέρα τους τό Ζεβεδαῖο καί τακτοποιοῦσαν τά δίχτυα τους. Τούς κάλεσε, κι αὐτοί ἄφησαν ἀμέσως τό καΐκι καί τόν πατέρα τους καί τόν ἀκολούθησαν. Ὁ Ἰησοῦς  περιόδευε ὅλη  τή  Γαλιλαία.  Δίδασκε  στίς  συναγωγές  τους, κήρυττε τό χαρμόσυνο μήνυμα γιά τόν ἐρχομό τῆς βασιλείας τοῦ Θεοῦ, καί γιάτρευε τούς ἀνθρώπους ἀπό κάθε ἀσθένεια καί κάθε ἀδυναμία.

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Ρωμ. 2, 10-16)

Ἀδελφοί, δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ ̓ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς  καρδίαις  αὐτῶν,  συμμαρτυρούσης  αὐτῶν  τῆς  συνειδήσεως  καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀδελφοί, δόξα, τιμή καί εἰρήνη προσμένουν ὅποιον κάνει τό καλό, πρῶτα τόν Ἰουδαῖο ἀλλά καί τόν ἐθνικό· γιατί ὁ Θεός δέν κάνει διακρίσεις. Ἔτσι, λοιπόν, ὅσοι ἁμάρτησαν  χωρίς  νά  ξέρουν  τόν  νόμο  τοῦ Θεοῦ,  θά καταδικαστοῦν ὄχι  μέ  κριτήριο  τόν  νόμο.  Κι ἀπό  τήν ἄλλη, ὅσοι ἁμάρτησαν γνωρίζοντας τόν νόμο, θά δικαστοῦν μέ κριτήριο τόν νόμο. Γιατί στό θεϊκό δικαστήριο δέν δικαιώνονται ὅσοι ἄκουσαν ἁπλῶς τόν νόμο ἀλλά  μόνο ὅσοι  τήρησαν  τόν  νόμο. Ὅσο  γιά  τά ἄλλα ἔθνη,  πού  δέν γνωρίζουν  τόν  νόμο,  πολλές  φορές  κάνουν ἀπό  μόνοι  τους  αὐτό  πού ἀπαιτεῖ ὁ νόμος. Αὐτό δείχνει πώς, ἄν καί δέν τούς δόθηκε ὁ νόμος, μέσα τους ὑπάρχει νόμος. Ἡ διαγωγή τους φανερώνει πώς οἱ ἐντολές τοῦ νόμου εἶναι γραμμένες στίς καρδιές τους· καί σ' αὐτό συμφωνεῖ καί ἡ συνείδησή τους, πού ἡ φωνή της τούς τύπτει ἤ τούς ἐπαινεῖ, ἀνάλογα μέ τή διαγωγή τους. Ὅλα αὐτά θά γίνουν τήν ἡμέρα πού ὁΘεός θά κρίνει διά τοῦ Ἰησοῦ Χριστοῦ τίς κρυφές σκέψεις τῶν ἀνθρώπων, ὅπως λέει τό εὐαγγέλιό μου.