ΕΥΑΓΓΕΛΙΚΟ
ΑΝΑΓΝΩΣΜΑ (Ιωάν. 17, 1-13)
Τῷ καιρῷ ἐκείνῳ, ἐπάρας
ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν, εἶπε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν
σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱὸς σου δοξάσῃ σε, καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης
σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. Αὕτη δέ ἐστιν ἡ αἰώνιος
ζωή, ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.
Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω· καὶ νῦν
δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ
σοί. Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν
καὶ ἐμοὶ αὐτοὺς δέδωκας, καὶ τὸν
λόγον σου τετηρήκασι. Νῦν ἔγνωκαν
ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ εἰσιν· ὅτι τὰ ῥήματα ἃ ἔδωκάς μοι δέδωκα αὐτοῖς,
καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ
με ἀπέστειλας. Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς
μοι, ὅτι σοί εἰσι, καὶ τὰ ἐμὰ πάντα σά ἐστιν
καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. Καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ αὐτοὶ
ἐν τῷ κόσμῳ εἰσί, καὶ ἐγὼ πρὸς
σὲ ἔρχομαι. Πάτερ ἅγιε, τήρησον αὐτοὺς
ἐν τῷ ὀνόματί σου οὓς δέδωκάς μοι, ἵνα ὦσιν
ἓν καθὼς ἡμεῖς. Ὅτε ἤμην μετ' αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί
σου οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰμὴ ὁ υἱὸς τῆς ἀπωλείας,
ἵνα ἡ γραφὴ πληρωθῇ. Νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσι
τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὑτοῖς. Ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ
ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ
κόσμου.
ΝΕΟΕΛΛΗΝΙΚΗ
ΑΠΟΔΟΣΗ
Ἐκεῖνο τόν καιρό, σήκωσε ὁ Ἰησοῦς τά μάτια του στόν οὐρανό καί εἶπε: «Πατέρα, ἔφτασε ἡ ὥρα· φανέρωσε τή δόξα τοῦ Υἱοῦ σου, ὥστε κι ὁ Υἱός σου νά φανερώσει τή δική σου δόξα. Ἐσύ τοῦ ἔδωσες ἐξουσία πάνω σέ ὅλους τους ἀνθρώπους· ἔτσι κι αὐτός θά δώσει τήν αἰώνια ζωή σέ ὅλους αὐτούς πού τοῦ ἐμπιστεύτηκες. Καί νά ποιά εἶναι ἡ αἰώνια ζωή: Ν’ ἀναγνωρίζουν οἱ ἄνθρωποι ἐσένα ὡς τόν μόνο ἀληθινό Θεό, καθώς κι ἐκεῖνον πού ἔστειλες, τόν Ἰησοῦ Χριστό. Ἐγώ φανέρωσα τή δόξα σου πάνω στή γῆ, ἀφοῦ ὁλοκλήρωσα τό ἔργο πού μοῦ ἀνέθεσες νά κάνω. Τώρα λοιπόν ἐσύ, Πατέρα, δόξασέ με κοντά σ’ ἐσένα μέ τή δόξα πού εἶχα κοντά σου προτοῦ νά γίνει ὁ κόσμος. Ἐγώ σέ ἔκανα γνωστό στούς ἀνθρώπους πού τούς πῆρες μέσα ἀπό τόν κόσμο καί μοῦ τούς ἐμπιστεύτηκες. Ἀνῆκαν σ’ ἐσένα, κι ἐσύ τούς ἔδωσες σ’ ἐμένα, κι ἔχουν δεχτεῖ τόν λόγο σου. Αὐτοί τώρα ξέρουν πώς ὅλα ὅσα μοῦ ἔδωσες προέρχονται ἀπό σένα· γιατί τίς διδαχές πού μοῦ ἔδωσες, ἐγώ τίς ἔδωσα σ’ αὐτούς, κι αὐτοί τίς δέχτηκαν καί ἀναγνώρισαν πώς πραγματικά ἀπό σένα προέρχομαι, καί πίστεψαν πώς ἐσύ μέ ἔστειλες στόν κόσμο. Ἐγώ γι’ αὐτούς παρακαλῶ. Δέν παρακαλῶγιά τόν κόσμο ἀλλά γι’ αὐτούς πού μοῦ ἔδωσες, γιατί ἀνήκουν σ’ ἐσένα. Κι ὅλα ὅσα εἶναι δικά μου εἶναι καί δικά σου, καί τά δικά σου εἶναι καί δικά μου, καί δί’ αὐτῶν θά φανερωθεῖ ἡ δόξα μου. Τώρα δέν εἶμαι πιά μέσα στόν κόσμο· ἐνῶ αὐτοί μένουν μέσα στόν κόσμο, κι ἐγώ ἔρχομαι σ’ ἐσένα. Ἅγιε Πατέρα, διατήρησέ τους στήν πίστη μέ τή δύναμη τοῦ ὀνόματός σου πού μου χάρισες, γιά νά μείνουν ἑνωμένοι ὅπως ἐμεῖς. Ὅταν ἤμουν μαζί τους στόν κόσμο, ἐγώ τούς διατηροῦσα στήν πίστη μέ τή δύναμη τοῦ ὀνόματός σου. Αὐτούς πού μοῦ ἔδωσες τούς φύλαξα, καί κανένας ἀπ’ αὐτούς δέ χάθηκε, παρά μόνο ὁ ἄνθρωπος τῆς ἀπώλειας, γιά νά ἐκπληρωθοῦν τά λόγια τῆς Γραφῆς. Τώρα ὅμως ἐγώ ἔρχομαι σ’ ἐσένα, καί τά λέω αὐτά ὅσο εἶμαι ἀκόμα στόν κόσμο, ὥστε νά ἔχουν τή δική μου τή χαρά μέσα τους σ’ ὅλη τήν πληρότητά της».
ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ
(Πρ. Απ. 20, 16-18, 28-36)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἔκρινεν ὁ Παῦλος παραπλεῦσαι
τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδε γὰρ,
εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα. Ἀπὸ δὲ τῆς
Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. Ὡς δὲ παρεγένοντο
πρὸς αὐτὸν, εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας ἀφ' ἧς ἐπέβην εἰς
τὴν Ἀσίαν, πῶς μεθ' ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην. Προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ
τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν
τοῦ Κυρίου καὶ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. Ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετά τὴν ἄφιξίν
μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ
ποιμνίου· καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα
τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι
τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην
μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοί, τῷ Θεῷ καὶ
τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναμένῳ ἐποικοδομῆσαι καὶ δοῦναι ὑμῖν κληρονομίαν
ἐν τοῖς ἡγιασμένοις πᾶσιν. Ἀργυρίου ἢ χρυσίου
ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι
μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτω κοπιῶντας δεῖ
ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι
αὐτὸς εἶπε· μακάριόν ἐστι μᾶλλον διδόναι ἢ λαμβάνειν. Καὶ ταῦτα εἰπὼν, θεὶς τὰ γόνατα
αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο.
ΝΕΟΕΛΛΗΝΙΚΗ
ΑΠΟΔΟΣΗ
Ἐκεῖνες τίς ἡμέρες, ὁ Παῦλος
ἀποφάσισε νά παρακάμψει τήν Ἔφεσο, γιά νά μή χρονοτριβήσει στήν ἐπαρχία τῆς Ἀσίας·
βιαζόταν νά εἶναι στά Ἱεροσόλυμα, ἄν τοῦ ἦταν δυνατό, τήν ἡμέρα τῆς Πεντηκοστῆς.
Ἀπό τή
Μίλητο ὁ Παῦλος ἔστειλε στήν Ἔφεσο καί κάλεσε τούς πρεσβυτέρους τῆς ἐκκλησίας. Ὅταν ἦρθαν
καί τόν συνάντησαν τούς εἶπε: «Ἐσεῖς οἱ ἴδιοι ξέρετε πῶς συμπεριφέρθηκα ἀπέναντί
σας ὅλον τόν καιρό, ἀπό τήν πρώτη μέρα
πού πάτησα τό πόδι μου στήν
ἐπαρχία τῆς Ἀσίας». «Προσέχετε, λοιπόν, τόν ἑαυτό σας καί ὅλο τό ποίμνιο, στό ὁποῖο
τό Πνεῦμα τό Ἅγιο σᾶς ἔθεσε ἐπισκόπους γιά νά ποιμαίνετε
τήν ἐκκλησία τοῦ Κυρίου καί Θεοῦ, πού τήν ἔκανε δική του μέ τό αἷμα του.
Ἐγώ τό ξέρω ὅτι μετά τήν ἀναχώρησή μου θά εἰσβάλουν σ' ἐσάς λύκοι ἄγριοι, πού δέ θά
λυπηθοῦν τό ποίμνιο. Ἀκόμα καί ἀπό ἀνάμεσά σας θά βγοῦν πρόσωπα πού θά
διδάσκουν πλάνες γιά νά παρασύρουν τούς πιστούς μέ τό μέρος τους. Γι' αὐτό νά ἀγρυπνεῖτε,
καί νά θυμάστε ὅτι τρία χρόνια συνέχεια δέν ἔπαψα νύχτα καί μέρα νά νουθετῶ μέ
δάκρυα τόν καθένα
σας. Τώρα, ἀδερφοί, σᾶς ἐμπιστεύομαι στό Θεό καί στό κήρυγμα πού
σᾶς ἀποκάλυψε ἡ χάρη του. Αὐτός μπορεῖ νά σᾶς κάνει ὥριμους στήν πίστη καί νά σᾶς
δώσει τήν ἐπουράνια ζωή μαζί μέ
ὅλους ὅσοι εἶναι δικοί
του. Ἀσήμι ἤ χρυσάφι ἤ ἱματισμό ἀπό κανένα δέ ζήτησα. Ἐσεῖς οἱ ἴδιοι ξέρετε
ὅτι γιά τίς ἀνάγκες τίς δικές μου καί τῶν συνοδῶν μου δούλεψαν αὐτά ἐδῶ τά χέρια.
Μέ κάθε τρόπο σᾶς ἔδωσα τό παράδειγμα, ὅτι πρέπει νά ἐργάζεστε ἔτσι σκληρά, γιά
νά μπορεῖτε νά βοηθᾶτε αὐτούς πού ἔχουν ἀνάγκη. Νά θυμάστε τά λόγια τοῦ Κυρίου
μας Ἰησοῦ, πού εἶπε: "καλύτερο εἶναι νά δίνεις παρά νά παίρνεις"». Ἀφοῦ
εἶπε αὐτά τά λόγια, γονάτισε αὐτός κι ὅλοι ἐκεῖνοι καί προσευχήθηκε.