06 Μαΐου 2023

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Ἰωάν. 5, 1-15)

Τῷ καιρῷ ἐκείνῳ, ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρᾳ, ἡ ἐπιλεγομένη ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων,  τυφλῶν,  χωλῶν,  ξηρῶν, ἐκδεχομένων  τὴν  τοῦ ὕδατος  κίνησιν. Ἄγγελος  γὰρ  κατὰ καιρὸν  κατέβαινεν ἐν  τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧδήποτε κατείχετο νοσήματι. Ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ.Τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· θέλεις ὑγιὴς γενέσθαι; Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με  εἰς  τὴν  κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος  πρὸ ἐμοῦ καταβαίνει. Λέγει αὐτῷ ὁ Ἰησοῦς· ἔγειρε, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.  Καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος,  καὶ ἦρε  τὸν κράβαττον  αὐτοῦ καὶ περιεπάτει. Ἦν  δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράβαττον. Ἀπεκρίθη αὐτοῖς· ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός  μοι  εἶπεν· ἆρον  τὸν  κράβαττόν  σου  καὶ περιπάτει. Ἠρώτησαν οὖν αὐτόν· τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; Ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. Ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλε τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἐκεῖνο τὸν καιρό, ἀνέβηκε ὁ Ἰησοῦς στά Ἱεροσόλυμα. Κοντά στήν προβατική πύλη, στά Ἱεροσόλυμα, ὑπάρχει μιά δεξαμενή μέ πέντε στοές,  πού ἑβραϊκά ὀνομάζεται Βηθεσδά. Σ' αὐτές  τίς  στοές κείτονταν  πολλοί ἄρρωστοι,  τυφλοί,  κουτσοί,  παράλυτοι,  πού περίμεναν νά ἀναταραχθεῖ τό νερό· γιατί, ἀπό καιρό σέ καιρό, ἕνας ἄγγελος  Κυρίου  κατέβαινε  στή  δεξαμενή  κι ἀνατάραζε  τά  νερά· ὅποιος,  λοιπόν, ἔμπαινε  πρῶτος  μετά  τήν ἀναταραχή  τοῦ νεροῦ, αὐτός  γινόταν  καλά, ὅποια  κι ἄν ἦταν ἡ ἀρρώστια  πού  τόν ταλαιπωροῦσε. Ἐκεῖ ἦταν κι ἕνας ἄνθρωπος, ἄρρωστος τριάντα ὀκτώ ὁλόκληρα χρόνια. Ὅταν τόν εἶδε ὁ Ἰησοῦς κατάκοιτο, τόν ρώτησε: «Θέλεις νά γίνεις καλά;» Ἤξερε πώς ἦταν ἔτσι γιά πολύν καιρό. «Κύριε», τοῦ ἀποκρίθηκε ὁ ἄρρωστος, «δέν ἔχω κανέναν νά μέ βάλει στή δεξαμενή μόλις ἀναταραχτοῦν τά νερά· ἔτσι, ἐνῶ ἐγώ προσπαθῶ νά πλησιάσω μόνος μου, πάντοτε κάποιος ἄλλος κατεβαίνει στό νερό πρίν ἀπό μένα». Ὁ Ἰησοῦς τοῦ λέει: «Σήκω πάνω, πάρε τό κρεβάτι σου καί περπάτα». Κι ἀμέσως ὁ ἄνθρωπος ἔγινε καλά, σήκωσε τό κρεβάτι του καί περπατοῦσε. Ἡμέρα πού ἔγινε αὐτό ἦταν Σάββατο. Ἔλεγαν,  λοιπόν,  οἱ Ἰουδαῖοι ἄρχοντες  στόν  θεραπευμένο:  «Εἶναι Σάββατο, καί δέν ἐπιτρέπεται νά σηκώνεις τό κρεβάτι σου». Αὐτός ὅμως τούς ἀπάντησε: «Ἐκεῖνος πού μ' ἔκανε καλά, ἐκεῖνος μου εἶπε "πάρε τό κρεβάτι σου καί περπάτα"». Τόν ρώτησαν: «Ποιός εἶναι ὁ ἄνθρωπος πού σοῦ εἶπε "πάρε το καί περπάτα;" Ὁ θεραπευμένος ὅμως  δέν ἤξερε  νά  πεῖ ποιόςἦταν, ἐπειδή ὁ Ἰησοῦς  εἶχε  φύγει ἀπαρατήρητος ἐξαιτίας  τοῦ πλήθους  πού ἦταν  μαζεμένο ἐκεῖ. Ἀργότερα ὁ Ἰησοῦς τόν βρῆκε στόν ναό καί τοῦ εἶπε: «Βλέπεις, ἔχεις γίνει καλά· ἀπό 'δῶ καί πέρα μήν ἁμαρτάνεις, γιά νά μήν πάθεις τίποτα χειρότερο». Ὁ ἄνθρωπος ἔφυγε ἀμέσως κι ἀνάγγειλε στούς Ἰουδαίους ἄρχοντες ὅτι ὁ Ἰησοῦς ἦταν αὐτός πού τόν γιάτρεψε.

 

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Πρ. Ἀπ. 9, 32-42)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν. Εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττῳ, ὃς ἦν παραλελυμένος. Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. καὶ εὐθέως ἀνέστη. Καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον. Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ. Ἐγγὺς  δὲ οὔσης  Λύδδης τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι  Πέτρος ἐστὶν ἐν  αὐτῇ, ἀπέστειλαν  δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῶ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ ̓ αὐτῶν οὖσα ἡ Δορκάς. Ἐκβαλὼν  δὲ ἔξω  πάντας ὁ Πέτρος  θεὶς  τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπε· Ταβιθά, ἀνάστηθι. Ἡ δὲ ἤνοιξε  τοὺς ὀφθαλμοὺς  αὐτῆς,  καὶ ἰδοῦσα  τὸν  Πέτρον ἀνεκάθισε. Δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. Γνωστὸν δὲ ἐγένετο καθ ̓ ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἐκεῖνες  τὶς ἡμέρες,  περνώντας ὁ Πέτρος ἀπ' ὅλες  αὐτές  τίς ἐκκλησίες, κατέβηκε καί στούς χριστιανούς πού κατοικοῦσαν στή Λύδδα. Ἐκεῖ βρῆκε κάποιον ἄνθρωπο πού λεγόταν Αἰνέας. Αὐτός ἦταν ὀχτώ χρόνια κατάκοιτος, ἐπειδή ἦταν παράλυτος. Ὁ Πέτρος τοῦ εἶπε: «Αἰνέα σέ γιατρεύει ὁ Ἰησοῦς Χριστός. Σήκω καί στρῶσε τό κρεβάτι σου». Κι αὐτός ἀμέσως σηκώθηκε. Ὅλοι ὅσοι κατοικοῦσαν στή Λύδδα καί στό Σάρωνα τόν εἶδαν καί δέχτηκαν τόν Ἰησοῦ γιά Κύριό τους. Στήν Ἰόππη ἦταν μιά μαθήτρια πού τήν ἔλεγαν Ταβιθά –στά ἑλληνικά  σημαίνει  «Δορκάδα».  Αὐτή  εἶχε  κάνει  πολλές ἀγαθοεργίες  καί ἐλεημοσύνες. Ἐκεῖνες  τίς  μέρες  συνέβη  νά ἀρρωστήσει καί νά πεθάνει. Τήν ἔλουσαν, λοιπόν, καί τήν ἔβαλαν στό ἀνώγειο. Ἡ Λύδδα ἦταν κοντά στήν Ἰόππη, καί, ὅταν οἱ μαθητές ἄκουσαν ὅτι ὁ Πέτρος ἦταν ἐκεῖ, τοῦ ἔστειλαν δύο ἄνδρες καί τόν παρακαλοῦσαν νά πάει σ' αὐτούς ὅσο γίνεται πιό γρήγορα. Αὐτός ξεκίνησε  καί  πῆγε  μαζί  τους.  Μόλις ἔφτασε,  τόν ἀνέβασαν  στό ἀνώγειο. Ἀμέσως τόν περικύκλωσαν ὅλες οἱ χῆρες κλαίγοντας καί δείχνοντάς του τά ροῦχα πού εἶχε φτιάξει γι' αὐτούς ἡ Δορκάδα ὅσο ζοῦσε. Ὁ Πέτρος  τότε  τούς ἔβγαλε ὅλους ἔξω,  γονάτισε  καί προσευχήθηκε.  Κατόπιν γύρισε  στή  νεκρή καί τῆς εἶπε:  «Ταβιθά, σήκω πάνω». Αὐτή ἄνοιξε τά μάτια της, κι ὅταν εἶδε τόν Πέτρο ἀνασηκώθηκε. Ὁ Πέτρος  τῆς ἔδωσε  τό  χέρι  του  καί  τή  σήκωσε. Ὕστερα φώναξε τούς πιστούς καί τίς χῆρες καί τούς τήν παρουσίασε ζωντανή. Αὐτό ἔγινε γνωστό σ' ὅλη τήν Ἰόππη, καί πολλοί πίστεψαν στόν Κύριο.