ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Λουκ. 18, 10-14)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. Καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ ̓ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Εἶπε ὁ Κύριος αὐτή τήν παραβολή· «Δύο ἄνθρωποι ἀνέβηκαν
στό ναό γιά νά προσευχηθοῦν. Ὁ ἕνας ἦταν Φαρισαῖος κι ὁ ἄλλος τελώνης. Ὁ Φαρισαῖος
στάθηκε ἐπιδεικτικά κι ἔκανε τήν ἑξῆς προσευχή σχετικά μέ τόν ἑαυτό του: “Θεέ
μου, σ’ εὐχαριστῶ πού ἐγώ δέν εἶμαι σάν τούς ἄλλους ἀνθρώπους ἅρπαγας, ἄδικος,
μοιχός, ἤ καί σάν αὐτόν ἐδῶ τόν τελώνη. Ἐγώ νηστεύω δύο φορές τήν ἑβδομάδα καί
δίνω στό ναό τό δέκατο ἀπ’ ὅλα τα εἰσοδήματά μου”. Ὁ τελώνης, ἀντίθετα,
στεκόταν πολύ πίσω καί δέν τολμοῦσε οὔτε τά μάτια του νά σηκώσει στόν οὐρανό.
Χτυποῦσε τό στῆθος του καί ἔλεγε: “Θεέ μου, σπλαχνίσου με τόν ἁμαρτωλό”. Σᾶς βεβαιώνω
πώς αὐτός ἔφυγε γιά τό σπίτι του ἀθῶος καί συμφιλιωμένος μέ τό Θεό, ἐνῶ ὁ ἄλλος
ὄχι· γιατί ὅποιος ὑψώνει τόν ἑαυτό του θά ταπεινωθεῖ, κι ὅποιος τόν ταπεινώνει
θά ὑψωθεῖ».
ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Β΄ Τιμ. 3, 10-15)
Τέκνον Τιμόθεε, παρηκολούθηκάς μου τῇ
διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ,
τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένοντο ἐν Ἀντιοχείᾳ, ἐν Ίκονίῳ, ἐν
Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα! καὶ ἐκ πάντων με ἐρρύσατο ὁ Κύριος. Καὶ πάντες
δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· πονηροὶ δέ ἄνθρωποι καὶ
γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Σὺ δὲ μένε ἐν οἷς ἔμαθες
καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας,
τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Παιδί μου Τιμόθεε, ἐσύ συμπορεύτηκες μαζί μου στή διδασκαλία, στόν τρόπο ζωῆς, στούς σκοπούς, στήν πίστη, στή μακροθυμία, στήν ἀγάπη,στήν ὑπομονή, στούς διωγμούς, στά παθήματα σάν αὐτά πού ὑπέμεινα στήν Ἀντιόχεια, στό Ἰκόνιο, στά Λύστρα. Τί διωγμούς ὑπέφερα! Κι ἀπ’ ὅλα μέ γλίτωσε ὁ Κύριος. Κι ὄχι μόνο ἐγώ, ἀλλά καί ὅλοι ὅσοι θέλουν νά ζήσουν μέ εὐσέβεια, σύμφωνα μέ τό θέλημα τοῦ Ἰησοῦ Χριστοῦ, θά ἀντιμετωπίσουν διωγμούς. Μόνο οἱ πονηροί ἄνθρωποι καί οἱ ἀπατεῶνες θά προκόβουν στό χειρότερο· θά ἐξαπατοῦν τούς ἄλλους καί οἱ ἄλλοι θά τούς ἐξαπατοῦν. Ἐσύ ὅμως νά μένεις σ’ αὐτά πού ἔμαθες καί πού γιά τήν ἀξιοπιστία τούς ἔχεις τεκμήρια. Ξέρεις ἀπό ποιόν τά ἔμαθες· καί μή λησμονεῖς ὅτι ἀπό τή βρεφική σου ἡλικία γνωρίζεις τή Γραφή, πού μπορεῖ νά σέ κάνει σοφό ὀδηγώντας σε στή σωτηρία διά τῆς πίστεως στόν Ἰησοῦ Χριστό.