ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Ἰωάν. 20, 19-31)
Οὔσης
οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν
οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ
μέσον, καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας
καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς
ὁ Ἰησοῦς πάλιν· εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Καὶ
τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· λάβετε Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε τὰς
ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. Θωμᾶς δὲ εἷς ἐκ τῶν
δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ” αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ
οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς
χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων,
καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ” ἡμέρας ὀκτὼ
πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ” αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν
κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ·
φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ
βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη Θωμᾶς
καὶ εἶπεν αὐτῷ· ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅτι ἑώρακάς με, πεπίστευκας·μακάριοι
οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς
ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· ταῦτα δὲ
γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καί ἵνα
πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Τήν ἴδια ἐκείνη μέρα, δηλαδή τήν πρώτη μέρα μετά τό Σάββατο, ὅταν βράδιασε κι ἐνῶ οἱ μαθητές ἦταν συγκεντρωμένοι κάπου μέ κλειστές τίς πόρτες, ἐπειδή φοβοῦνταν τίς ἰουδαϊκές ἀρχές, ἦρθε ὁ Ἰησοῦς, στάθηκε στή μέση καί τούς λέει: «Εἰρήνη σ’ ἐσᾶς». Κι ὅταν τό εἶπε αὐτό, τούς ἔδειξε τά χέρια καί τήν πλευρά του. Οἱ μαθητές χάρηκαν πού εἶδαν τόν Κύριο. Ὁ Ἰησοῦς τούς εἶπε πάλι: «Εἰρήνη σ’ ἐσᾶς! Ὅπως ὁ Πατέρας ἔστειλε ἐμένα, ἔτσι στέλνω κι ἐγώ ἐσᾶς». Ἔπειτα ἀπό τά λόγια αὐτά, φύσηξε στά πρόσωπά τους καί τούς λέει: «Λάβετε Πνεῦμα Ἅγιο. Σέ ὅποιους συγχωρήσετε τίς ἁμαρτίες, θά τούς εἶναι συγχωρημένες· σέ ὅποιους τίς κρατήσετε ἀσυγχώρητες, θά κρατηθοῦν ἔτσι». Ὁ Θωμᾶς ὅμως, ἕνας ἀπό τούς δώδεκα μαθητές, πού λεγόταν Δίδυμος, δέν ἦταν μαζί τους ὅταν ἦρθε ὁ Ἰησοῦς. Τοῦ ἔλεγαν λοιπόν οἱ ἄλλοι μαθητές: «Εἴδαμε τόν Κύριο μέ τά μάτια μας». Αὐτός ὅμως τούς εἶπε: «Ἐγώ ἄν δέν δῶ στά χέρια τοῦ τά σημάδια ἀπό τά καρφιά, κι ἄν δέ βάλω τό δάχτυλό μου στά σημάδια ἀπό τά καρφιά, καί δέ βάλω τό χέρι μου στή λογχισμένη πλευρά του, δέ θά πιστέψω». Ὀχτώ μέρες ἀργότερα οἱ μαθητές ἦταν πάλι μέσα στό σπίτι, μαζί τους κι ὁ Θωμᾶς. Ἔρχεται λοιπόν ὁ Ἰησοῦς, ἐνῶ οἱ πόρτες ἦταν κλειστές, στάθηκε στή μέση καί εἶπε: «Εἰρήνη σ’ ἐσᾶς». Ἔπειτα λέει στό Θωμᾶ: «Φέρε ἐσύ τό δάχτυλό σου ἐδῶ καί δές τά χέρια μου, φέρε καί τό χέρι σου καί βάλ’ το στήν πλευρά μου. Μήν ἀμφιβάλλεις καί πίστεψε». Ὁ Θωμᾶς τότε τοῦ ἀποκρίθηκε: «Εἶσαι ὁ Κύριός μου καί ὁ Θεός μου». Τοῦ λέει τότε ὁ Ἰησοῦς: «Πείστηκες ἐπειδή μέ εἶδες μέ τά μάτια σου· μακάριοι ἐκεῖνοι πού πιστεύουν χωρίς νά μ’ ἔχουν δεῖ!» Ὁ Ἰησοῦς ἔκανε βέβαια καί πολλά ἄλλα θαύματα μπροστά στούς μαθητές του, πού δέν εἶναι γραμμένα σ’ αὐτό ἐδῶ τό βιβλίο. Αὐτά ὅμως γράφτηκαν γιά νά πιστέψετε πώς ὁ Ἰησοῦς εἶναι ὁ Χριστός ὁ Υἱός τοῦ Θεοῦ, καί πιστεύοντας νά ἔχετε δι’ αὐτοῦ τή ζωή.
ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Ἁγίου Γεωργίου)
Πράξεων τῶν Ἀποστόλων (12, 1 – 11)
Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης
ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν
ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν
καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων· ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν,
παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα
ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενῶς
γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. Ὅτε δὲ ἤμελλεν αὐτὸν προάγειν
ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος
ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ
οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· Ἀνάστα ἐν τάχει·
καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. Εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν·
Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. ἐποίησε δὲ οὕτω· καὶ λέγει αὐτῷ·
Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ
ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν.
Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν
εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην
μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ' αὐτοῦ. Καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε· Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον
αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Ἐκείνη τήν ἐποχή, ὁ βασιλιάς Ἡρώδης ἄρχισε τό διωγμό ἐναντίον μερικῶν μελῶν τῆς ἐκκλησίας. Πρῶτα ἀποκεφάλισε τόν Ἰάκωβο, τόν ἀδερφό τοῦ Ἰωάννη. Ὅταν εἶδε ὅτι αὐτό ἄρεσε στούς Ἰουδαίους, ἀποφάσισε στή συνέχεια νά συλλάβει καί τόν Πέτρο. Αὐτό ἔγινε τίς μέρες τοῦ Πάσχα. Τόν συνέλαβε, λοιπόν, καί τόν ἔριξε στή φυλακή, κι ἔβαλε νά τόν φυλᾶνε διαδοχικά τέσσερις ὁμάδες ἀπό τέσσερις στρατιῶτες στήν κάθε μιά, σκοπεύοντας νά τόν φέρει σέ δημόσια δίκη μετά τό Πάσχα. Ἐνῶ ὁ Πέτρος ἦταν στή φυλακή, ἡ ἐκκλησία προσευχόταν ἀδιάκοπα στό Θεό γι' αὐτόν. Τή νύχτα πού ὁ Ἡρώδης ἐπρόκειτο νά φέρει τόν Πέτρο, ἐκεῖνος κοιμόταν ἀνάμεσα σέ δυό στρατιῶτες, δεμένος μέ δυό ἁλυσίδες, καί δυό φύλακες μπροστά στήν πόρτα φύλαγαν σκοπιά. Ξαφνικά φανερώθηκε ἕνας ἄγγελος Κυρίου κι ἕνα φῶς ἔλαμψε στό κελί. Ὁ ἄγγελος ξύπνησε τόν Πέτρο σκουντώντας τον στό πλευρό καί τοῦ εἶπε: «Σήκω γρήγορα». Ἀμέσως ἔπεσαν οἱ ἁλυσίδες ἀπό τά χέρια του. Ὁ ἄγγελος συνέχισε: «Βάλε τή ζώνη σου καί τά σανδάλια σου». Ὁ Πέτρος τό ἔκανε. Ὕστερα τοῦ λέει ὁ ἄγγελος: «Βάλε τό ἱμάτιό σου κι ἀκολούθησέ με». Ὁ Πέτρος τόν ἀκολούθησε καί βγῆκε ἔξω. Δέν καταλάβαινε ὅτι συνέβαιναν πραγματικά αὐτά πού γίνονταν μέσω τοῦ ἀγγέλου, ἀλλά νόμισε ὅτι ἔβλεπε ὅραμα. Πέρασαν τήν πρώτη φρουρά καί τή δεύτερη κι ἔφτασαν στή σιδερένια πύλη πού βγάζει στήν πόλη. Ἡ πύλη ἄνοιξε ἀπό μόνη της, καί βγῆκαν ἔξω. Πέρασαν ἕνα στενό, κι ἀμέσως ὁ ἄγγελος ἐξαφανίστηκε. Τότε ὁ Πέτρος συνῆλθε καί εἶπε: «Τώρα κατάλαβα πραγματικά ὅτι ὁ Κύριος ἔστειλε τόν ἄγγελό του καί μέ γλίτωσε ἀπό τά χέρια τοῦ Ἡρώδη καί ἀπ' αὐτό πού οἱ Ἰουδαῖοι περίμεναν νά πάθω!»