20 Ιανουαρίου 2024

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ ΙΒ΄ ΛΟΥΚΑ (ΤΩΝ ΔΕΚΑ ΛΕΠΡΩΝ)

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Λουκ. 17,12 –19)

Τῷ καιρῷ εκείνω, εἰσερχομένου τοῦ Ἰησοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν, καὶ αὐτοὶ ἦραν φωνὴν  λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς.  καὶ ἰδὼν  εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. ἀποκριθεὶς  δὲ ὁ Ἰησοῦς  εἶπεν·  Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν;  οἱ δὲ ἐννέα  ποῦ; οὐχ  εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰμὴ ὁ ἀλλογενὴς οὗτος; καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἐκεῖνο  τόν  καιρό,  καθώς ἔμπαινε ὁ Ἰησοῦς  σ’ ἕνα  χωριό,  τόν συνάντησαν  δέκα  λεπροί·  στάθηκαν  λοιπόν ἀπό  μακριά  καί  τοῦ φώναζαν  δυνατά:  «Ἰησοῦ, ἀφέντη, ἐλέησέ  μας!»  Βλέποντάς  τους ἐκεῖνος τούς εἶπε: «Πηγαίνετε νά σᾶς ἐξετάσουν οἱ ἱερεῖς». Καί καθώς πήγαιναν, καθαρίστηκαν ἀπό τή λέπρα. Ἕνας ἀπ’ αὐτούς, ὅταν εἶδε ὅτι θεραπεύτηκε, γύρισε δοξάζοντας μέ δυνατή φωνή τόν Θεό, ἔπεσε μέ τό πρόσωπο στά πόδια τοῦ Ἰησοῦ καί τόν εὐχαριστοῦσε. Κι αὐτός ἦταν Σαμαρείτης. Τότε ὁ Ἰησοῦς εἶπε: «Δέ θεραπεύτηκαν καί οἱ δέκα; Οἱ ἄλλοι ἐννιά ποῦ εἶναι; Κανένας τους δέ βρέθηκε νά γυρίσει νά δοξάσει τόν Θεό παρά μόνο τοῦτος ἐδῶ ὁ ἀλλοεθνής;» Καί σ’ αὐτόν εἶπε: «Σήκω καί πήγαινε στό καλό· ἡ πίστη σου σέ ἔσωσε».

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Κολ. 3, 4-11)

Ἀδελφοί, ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς· νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ ̓ εἰκόνα τοῦ κτίσαντος αὐτόν, ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ίουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀδελφοί, ὅταν Χριστός, πού εἶναι ἀληθινή ζωή μας, φανερωθεῖ, τότε κι ἐσεῖς θά φανερωθεῖτε μαζί του δοξασμένοι στήν παρουσία του. Ἀπονεκρῶστε,  λοιπόν, ,τι  σᾶς  συνδέει  μέ τό ἁμαρτωλό παρελθόν: Τήν πορνεία, τήν ἠθική ἀκαθαρσία, τό πάθος, τήν κακή ἐπιθυμία καί τήν πλεονεξία, πού εἶναι εἰδωλολατρία. Γιά ὅλα αὐτά θά πέσει ὀργή τοῦ Θεοῦ πάνω  σἐκείνους  πού δέ θέλουν  νά πιστέψουν. Σαὐτούς ἀνήκατε ἄλλοτε κι ἐσεῖς, ὅταν αὐτά τά πάθη δυνάστευαν τή ζωήσας. Τώρα ὅμως πετάξτε τα ὅλα αὐτά ἀπό πάνω σας:  Τήν ὀργή,  τό θυμό,  τήν  πονηρία,  τήν  κακολογία  καί  τήν αἰσχρολογία. Μή λέτε ψέματα ἕνας στόν ἄλλο, ἀφοῦ βγάλατε ἀπό πάνω σας τόν παλιό ἁμαρτωλό ἑαυτό σας μέ τίς συνήθειές του. Τώρα πιά ἔχετε ντυθεῖ τόν καινούριο ἄνθρωπο, πού ἀνανεώνεται συνεχῶς σύμφωνα μέ τήν εἰκόνα τοῦ δημιουργοῦ του, ὥστε μέ τή νέα ζωή του νά φτάσει στήν τέλεια γνώση τοῦ Θεοῦ. Σαὐτή τή νέα κατάσταση δέν ὑπάρχουν πιά ἐθνικοί καί Ἰουδαῖοι, περιτμημένοι κι ἀπερίτμητοι, βάρβαροι, Σκύθες, δοῦλοι, ἐλεύθεροι· τοῦ Χριστοῦ εἶναι ὅλα καί ὁ Χριστός τά διέπει ὅλα.