05 Οκτωβρίου 2024

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ Γ΄ ΛΟΥΚΑ

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Λουκ. ζ΄, 11-16)

Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὁ Ἰησοῦς εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς. Ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. Καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ ̓ αὐτῇ καὶ εἶπεν αὐτῇ· μὴ κλαῖε· καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. Καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. Ἔλαβε δὲ φόβος πάντας καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες ὅτι προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Τόν καιρό ἐκεῖνο, πῆγε ὁ Ἰησοῦς σέ μιά πόλη πού λεγόταν Ναΐν. Μαζί του ἦταν ἀρκετοί μαθητές του καί πολύ πλῆθος. Τήν ὥρα πού πλησίαζαν στήν πύλη τῆς πόλης, ἔβγαζαν ἕνα νεκρό, τό μονάκριβο γιό μιᾶς μάνας, πού μάλιστα ἦταν χήρα. Κόσμος πολύς ἀπό τήν πόλη τή συνόδευε. Ὅταν εἶδε τή χήρα ὁ Κύριος, τή σπλαχνίστηκε καί τῆς εἶπε: «Μήν κλαῖς». Ἔπειτα προχώρησε, ἀκούμπησε τή σορό, καί ἀφοῦ στό μεταξύ αὐτοί πού βαστοῦσαν τό φέρετρο σταμάτησαν, εἶπε: «Νεαρέ, σέ διατάζω νά σηκωθεῖς». Ὁ νεκρός ἀνακάθισε κι ἄρχισε νά μιλάει. Ὁ Ἰησοῦς τότε τόν παρέδωσε στή μητέρα του. Ὅλους τούς κυρίεψε δέος καί δόξαζαν τό Θεό: «Μεγάλος προφήτης», ἔλεγαν, «ἐμφανίστηκε ἀνάμεσά μας!» καί: «Θεός ἦρθε νά σώσει τό λαό του!»

 

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Β΄ Κορ. 4, 6-15)

Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ἐν παντὶ θλιβόμενοι ἀλλ ̓ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ ̓ οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ ̓ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ ̓ οὐκ ἀπολλύμενοι, πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ  ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα δι ̓ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀδελφοί, ὁ Θεός πού εἶπε μέσα ἀπό τό σκοτάδι νά λάμψει φῶς, αὐτός ἔλαμψε μέσα στίς καρδιές μας καί μᾶς φώτισε νά γνωρίσουμε τή δόξα του στό πρόσωπο τοῦ Ἰησοῦ Χριστοῦ. Ἀλλά ἐμεῖς πού ἔχουμε αὐτόν τό θησαυρό εἴμαστε σάν τά πήλινα δοχεῖα· ἔτσι γίνεται φανερό πώς ἡ ὑπερβολική ἀξία τοῦ θησαυροῦ αὐτοῦ προέρχεται ἀπό τό Θεό κι ὄχι ἀπό μᾶς. Ἄν καί μᾶς πιέζουν ἀπό παντοῦ, δέ μᾶς καταβάλλουν. Βρισκόμαστε σέ ἀδιέξοδο, ἀλλά δέν ἀπελπιζόμαστε. Μᾶς καταδιώκουν, ὁ Θεός ὅμως δέ μᾶς ἐγκαταλείπει. Μᾶς ρίχνουν κάτω, μά δέ χάνουμε τόν ἀγώνα. Συνεχῶς ὑποφέρουμε σωματικά μετέχοντας ἔτσι στό θάνατο τοῦ Κυρίου Ἰησοῦ, γιά νά φανερωθεῖ στό πρόσωπό μας ἡ ζωή τοῦ ἀναστημένου Ἰησοῦ. Δηλαδή εἴμαστε ζωντανοί, ἀλλά ἐκθέτουμε συνεχῶς τόν ἑαυτό μας στό θάνατο γιά χάρη τοῦ Ἰησοῦ, ὥστε νά φανερωθεῖ στό θνητό μας σῶμα ἡ ζωή τοῦ Ἰησοῦ. Ἔτσι, ἐμᾶς μᾶς ἀπειλεῖ συνεχῶς ὁ θάνατος, ἐνῶ ἐσεῖς κερδίζετε τή ζωή. Ἔχουμε, λοιπόν, τήν ἴδια ἐμπιστοσύνη στό Θεό, πού ἀναφέρει ἡ Γραφή: “Ἐμπιστεύτηκα τόν ἑαυτό μου στό Θεό, γι’ αὐτό καί μίλησα”. Κι ἐμεῖς ἔχουμε ἐμπιστοσύνη στό Θεό, γι’ αὐτό καί κηρύττουμε. Ξέρουμε ὅτι ὁ Θεός, πού ἀνέστησε τόν Κύριο Ἰησοῦ, θά ἀναστήσει καί ἐμᾶς διά τοῦ Ἰησοῦ καί θά μᾶς παρουσιάσει μπροστά του μαζί σας. Ὅλα, λοιπόν, γίνονται γιά σᾶς. Ἔτσι, ὅσο πιό πολλοί δεχτοῦν τή χάρη, τόσο πιό μεγάλη θά εἶναι ἡ εὐχαριστία καί ἡ δοξολογία πρός τό Θεό.