05 Φεβρουαρίου 2022

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ ΙΖ΄ ΜΑΤΘΑΙΟΥ

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Ματθ. 15, 21–28)

Τῷ καιρῷ ἐκείνῳ, ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. Καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγαζεν αὐτῷ λέγουσα· ἐλέησόν με, Κύριε, υἱὲ Δαυῒδ· ἡ θυγάτηρ μου  κακῶς  δαιμονίζεται. Ὁ δὲ οὐκ ἀπεκρίθη  αὐτῇ λόγον.  Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτὸν λέγοντες· ἀπόλυσον αὐτήν, ὅτι  κράζει ὄπισθεν ἡμῶν. Ὁ δὲ ἀποκριθεὶς  εἶπεν·  οὐκ ἀπεστάλην εἰμὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ἡ δὲ ἐλθοῦσα  προσεκύνησεν  αὐτῷ λέγουσα·  Κύριε,  βοήθει  μοι. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ εἶπε· ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψυχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· ὦ γύναι, μεγάλη σου ἡ πίστις! γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἐκεῖνο τόν καιρό, ὁ Ἰησοῦς ἀναχώρησε γιά τήν περιοχή τῆς Τύρου καί τῆς Σιδώνας. Τότε μιά γυναίκα Χαναναία βγῆκε ἔξω ἀπό τά ὅρια τῆς περιοχῆς ἐκείνης καί τοῦ φώναζε δυνατά: «Ἐλέησέ με, Κύριε, Υἱέ τοῦ Δαβίδ. Ἡ θυγατέρα μου βασανίζεται ἀπό δαιμόνιο». Αὐτός δέν τῆς ἀπαντοῦσε  λέξη.  Τόν  πλησίασαν  τότε  οἱ μαθητές  του  καί  τόν παρακαλοῦσαν: «Διῶξε την, γιατί μᾶς ἀκολουθεῖ καί φωνάζει». Ὁ Ἰησοῦς  εἶπε:  «Ἔχω ἀποσταλεῖ μόνο  γιά  τούς  πλανεμένους Ἰσραηλίτες». Ἐκείνη ὅμως ἦρθε  καί  τόν  προσκύνησε  λέγοντας: «Κύριε, βοήθησέ με». Αὐτός τῆς ἀποκρίθηκε: «Δέν εἶναι σωστό νά πάρει κανείς τό ψωμί τῶν παιδιῶν καί νά τό πετάξει στά σκυλιά».

«Ναί,  Κύριε»,  εἶπε ἐκείνη,  «ἀλλά  καί  τά  σκυλιά  τρῶνε ἀπό  τά ψίχουλα  πού  πέφτουν ἀπό  τό τραπέζι  τῶν  κυρίων τους».  Τότε ὁ Ἰησοῦς τῆς ἀπάντησε: «Μεγάλη εἶναι ἡ πίστη σου, γυναίκα!  Ἅς γίνει ὅπως τό θέλεις». Κι ἀπό κείνη τήν ὥρα γιατρεύτηκε ἡ θυγατέρα της.

 

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Β΄Κορ. 6,16-7,1)

Ἀδελφοί, ὑμεῖς ἐστε  ναὸς  Θεοῦ ζῶντος,  καθὼς  εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι  λαός.  Διὸ ἐξέλθατε ἐκ  μέσου  αὐτῶν  καὶ ἀφορίσθητε,  λέγει  Κύριος,  καὶ ἀκαθάρτου  μὴ ἅπτεσθε,  κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ. Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί,  καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς  μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀδελφοί, ἐσεῖς εἶστε ναός τοῦ ἀληθινοῦ Θεοῦ, ὅπως ὁ ἴδιος εἶπε: Θά κατοικήσω ἀνάμεσά τους καί θά πορεύομαι μαζί τους. Θά εἶμαι Θεός τους, κι αὐτοί θά εἶναι λαός μου. Γι’ αὐτό λέει ὁ Κύριος: Φύγετε μακριά ἀπ’ αὐτούς καί ξεχωρίστε. Μήν ἀγγίζετε ἀκάθαρτο πράγμα, κι ἐγώ θά σᾶς δεχτῶ. Θά εἶμαι γιά σᾶς ὁ Πατέρας, κι ἐσεῖς θά εἶστε γιοί καί θυγατέρες μου, λέει ἀκόμα ὁ παντοκράτορας Κύριος.