26 Φεβρουαρίου 2022

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΑΠΟΚΡΕΩ

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Ματθ. 25, 31-46)

Εἶπεν ὁ Κύριος· Ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν  φυλακῇ ἤμην  καὶ ἤλθετε  πρός  με.  Τότε ἀποκριθήσονται  αὐτῷ οἱ δίκαιοι  λέγοντες·  κύριε,  πότε  σε  εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε; καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, ξένος ἤμην  καὶ οὐ συνηγάγετέ με,  γυμνὸς  καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. Τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι; τότε ἀποκριθήσεται αὐτοῖς λέγων· ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Εἶπε ὁ Κύριος· «Ὅταν θά ἔρθει ὁ Υἱός τοῦ Ἀνθρώπου μέ ὅλη του τή μεγαλοπρέπεια καί θά τόν συνοδεύουν ὅλοι οἱ ἅγιοι ἄγγελοι, θά καθίσει στό βασιλικό θρόνο του. Τότε θά συναχθοῦν μπροστά του ὅλα τα ἔθνη, καί θά τούς ξεχωρίσει ὅπως ξεχωρίζει ὁ βοσκός τά πρόβατα ἀπό τά κατσίκια. Τά πρόβατα θά τά τοποθετήσει στά δεξιά του καί τά κατσίκια στ’ ἀριστερά του. Θά πεῖ τότε ὁ βασιλιάς σ’ αὐτούς πού βρίσκονται δεξιά του:  “ἐλᾶτε,  οἱ εὐλογημένοι ἀπ’  τόν  Πατέρα  μου,  κληρονομῆστε  τή βασιλεία  πού  σᾶς ἔχει ἑτοιμαστεῖ ἀπ’  τήν ἀρχή  τοῦ κόσμου.  Γιατί, πείνασα καί μοῦ δώσατε νά φάω, δίψασα καί μοῦ δώσατε νά πιῶ, ἤμουν ξένος καί μέ περιμαζέψατε, γυμνός καί μέ ντύσατε, ἄρρωστος καί μ’ ἐπισκεφθήκατε,  φυλακισμένος  κι ἤρθατε  νά  μέ  δεῖτε”.  Τότε  θά  τοῦ ἀπαντήσουν οἱ ἄνθρωποι τοῦ Θεοῦ: “Κύριε, πότε σέ εἴδαμε νά πεινᾶς καί σέ θρέψαμε ἤ νά διψᾶς καί σοῦ δώσαμε νά πιεῖς; Πότε σέ εἴδαμε ξένον καί σέ περιμαζέψαμε ἤ γυμνόν καί σέ ντύσαμε; Πότε σέ εἴδαμε ἄρρωστον ἤ φυλακισμένον κι ἤρθαμε νά σέ ἐπισκεφθοῦμε;” Τότε θά τούς ἀπαντήσει ὁ βασιλιάς: “σᾶς βεβαιώνω πώς ἀφοῦ τά κάνατε αὐτά γιά ἕναν ἀπό τούς ἄσημους ἀδερφούς μου, τά κάνατε γιά μένα”. Ὕστερα θά πεῖ καί σ’ αὐτούς πού βρίσκονται ἀριστερά του: “φύγετε ἀπό μπροστά  μου,  καταραμένοι·  πηγαίνετε  στήν  αἰώνια  φωτιά,  πού ἔχει ἑτοιμαστεῖ γιά τόν διάβολο καί τούς δικούς του. Γιατί, πείνασα καί δέν μοῦ δώσατε νά φάω, δίψασα καί δέν μοῦ δώσατε νά πιῶ, ἤμουν ξένος καί δέν μέ περιμαζέψατε, γυμνός καί δέν μέ ντύσατε, ἄρρωστος καί φυλακισμένος καί δέν ἤρθατε νά μέ δεῖτε”. Τότε θά τοῦ ἀπαντήσουν κι αὐτοί: “Κύριε, πότε σέ εἴδαμε πεινασμένον ἤ διψασμένον ἤ ξένον ἤ γυμνόν ἤ ἄρρωστον ἤ φυλακισμένον καί δέν σέ ὑπηρετήσαμε;” Καί θά τούς ἀπαντήσει: “σᾶς βεβαιώνω πώς ἀφοῦ δέν τά κάνατε αὐτά γιά ἕναν ἀπό αὐτούς τούς ἄσημους ἀδερφούς μου, δέν τά κάνατε οὔτε γιά μένα”. Αὐτοί λοιπόν θά πᾶνε στήν αἰώνια τιμωρία, ἐνῶ οἱ δίκαιοι στήν αἰώνια ζωή»

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Α΄Κορ. 8,8-9,2)

Ἀδελφοί, βρῶμα ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ·οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα. Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν. Ἐὰν γάρ τις ἴδῃ σε,  τὸν ἔχοντα  γνῶσιν, ἐν  εἰδωλείῳ κατακείμενον,  οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι’ ὃν Χριστὸς ἀπέθανεν. Οὕτω  δὲ ἁμαρτάνοντες  εἰς  τοὺς ἀδελφοὺς  καὶ τύπτοντες  αὐτῶν  τὴν συνείδησιν ἀσθενοῦσαν  εἰς  Χριστὸν ἁμαρτάνετε. Διόπερ  εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος; οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀδελφοί, δέν εἶναι οἱ τροφές πού θά καθορίσουν τή θέση μας ἀπέναντι στόν Θεό· οὔτε ἄν δέ φᾶμε κάποια ἀπ’ αὐτές χάνουμε κάτι οὔτε ἄν φᾶμε ἀποκτᾶμε  κάτι  παραπάνω.  Προσέξτε ὅμως,  μήπως  τό ἐλεύθερο  αὐτό δικαίωμά σας γίνει αἰτία νά σκοντάψουν καί νά πέσουν ἐκεῖνοι πού ἡ πίστη τους εἶναι ἀδύνατη. Πράγματι, ἄν κάποιος, ἀπ’ αὐτούς δεῖ ἐσένα, πού ἔχεις  τή  «γνώση»,  νά  κάθεσαι  στό  τραπέζι ἑνός  εἰδωλολατρικοῦ ναοῦ, ἡ συνείδησή του, ἀφοῦ αὐτός εἶναι ἀδύνατος, δέν θά παρασυρθεῖ ἀπό τό παράδειγμά σου καί δέν θά παρακινηθεῖ νά τρώει τά εἰδωλόθυτα; Ἔτσι, ἡ δική σου «γνώση» θά προκαλέσει τό χαμό αὐτοῦ τοῦ ἀδύνατου, τοῦ ἀδερφοῦ μας,  γιά  τόν ὁποῖον ὁ Χριστός ἔδωσε  τή  ζωή  του. Ἀμαρτάνοντας ὅμως μ’ αὐτό τόν τρόπο ἀπέναντι στούς ἀδερφούς καί πληγώνοντας  τή  συνείδησή  τους  πού  εἶναι ἀδύνατη, ἁμαρτάνετε ἀπέναντι  στόν ἴδιο  τόν  Χριστό.  Γι’  αὐτό, ἄν  κάποια  τροφή  μπορεῖ νά γίνεται αἰτία νά σκοντάφτει καί νά πέφτει ὁ ἀδερφός μου, ἐγώ δέν θά βάλω ποτέ κρέας στό στόμα μου,γιά νά μή γίνω αἰτία νά πέσει ὁ ἀδερφός μου. Πάρτε  παράδειγμα ἐμένα.  Δέν  εἶμαι ἀπόστολος;  δέν  εἶμαι ἐλεύθερος; δέν εἶδα ἀναστημένο τόν Ἰησοῦ, τόν Κύριό μας; δέν εἶστε ἐσεῖς ὁ καρπός τοῦ κόπου μου στήν ὑπηρεσία τοῦ Κυρίου; Κι ἄν ἀκόμα ἄλλοι ἀρνοῦνται νά μέ ἀναγνωρίσουν ὡς ἀπόστολο, γιά σᾶς ὁπωσδήποτε εἶμαι· γιατί ἡ ἴδια ἡ ὕπαρξη τῆς ἐκκλησίας σας εἶναι ἡ ἀπόδειξη πώς εἶμαι ἀπόστολος.