19 Μαρτίου 2022

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ Β΄ ΝΗΣΤΕΙΩΝ (ΑΓ. ΓΡΗΓΟΡΙΟΥ ΠΑΛΑΜΑ)

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Μάρκ. 2, 1-12)

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς Καπερναοὺμ· καὶ ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι. Καὶ εὐθέως συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. Καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν  φέροντες,  αἰρόμενον ὑπὸ τεσσάρων.  καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες  χαλῶσι  τὸν  κράβαττον, ἐφ ̓ ᾧ ὁ παραλυτικὸς  κατέκειτο. Ἰδὼν  δὲ ὁ Ἰησοῦς  τὴν  πίστιν  αὐτῶν  λέγει  τῷ παραλυτικῷ· τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· τί οὗτος οὕτω λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ Θεός; Καὶ εὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς  τῷ πνεύματι  αὐτοῦ ὅτι  οὕτως  αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς, εἶπεν αὐτοῖς· τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ἀφέωνταί σου  αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε  καὶ ἆρον  τὸν  κράβαττόν  σου  καὶ περιπάτει; Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας, λέγει τῷ παραλυτικῷ. Σοὶ λέγω, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Καὶ ἠγέρθη εὐθέως, καὶ ἄρας τὸν κράβαττον ἐξῆλθεν ἐναντίον πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεὸν λέγοντας ὅτι οὐδέποτε οὕτως εἴδομεν.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Τόν καιρό ἐκεῖνο, μπῆκε ὁ Ἰησοῦς στήν Καπερναούμ καί διαδόθηκε ὅτι βρίσκεται σέ κάποιο σπίτι. Ἀμέσως συγκεντρώθηκαν πολλοί, ὥστε δέν ὑπῆρχε χῶρος οὔτε κι ἔξω ἀπό τήν πόρτα· καί τούς κήρυττε τό μήνυμά του. Ἔρχονται τότε μερικοί πρός αὐτόν, φέρνοντας ἕναν παράλυτο, πού τόν βάσταζαν τέσσερα ἄτομα. Κι ἐπειδή δέν μποροῦσαν νά τόν φέρουν κοντά στόν Ἰησοῦ ἐξαιτίας τοῦ πλήθους, ἔβγαλαν τή στέγη πάνω ἀπό 'κεῖ πού ἦταν ὁ Ἰησοῦς, ἔκαναν ἕνα ἄνοιγμα καί κατέβασαν τό κρεβάτι, πάνω στό ὁποῖο ἦταν ξαπλωμένος ὁ παράλυτος. Ὅταν εἶδε ὁ Ἰησοῦς τήν πίστη τους, εἶπε στόν παράλυτο: «Παιδί μου, σοῦ συγχωροῦνται οἱ ἁμαρτίες». Κάθονταν ὅμως ἐκεῖ μερικοί γραμματεῖς καί συλλογίζονταν μέσα τους: «Μά πῶς μιλάει αὐτός ἔτσι, προσβάλλοντας τό Θεό; Ποιός μπορεῖ νά συγχωρεῖ ἁμαρτίες; Μόνον ἕνας, ὁ Θεός». Ἀμέσως κατάλαβε ὁ Ἰησοῦς ὅτι αὐτά σκέφτονται καί τούς λέει: «Γιατί κάνετε αὐτές τίς σκέψεις στό μυαλό σας; Τί εἶναι εὐκολότερο νά πῶ στόν παράλυτο: "σοῦ συγχωροῦνται οἱ ἁμαρτίες" ἤ νά τοῦ πῶ, "σήκω, πάρε τό κρεβάτι σου καί περπάτα"; Γιά νά μάθετε λοιπόν ὅτι ὁ Υἱός τοῦ Ἀνθρώπου ἔχει τήν ἐξουσία νά συγχωρεῖ πάνω στή γῆ ἁμαρτίες» – λέει στόν παράλυτο: «Σ' ἐσένα τό λέω, σήκω, πάρε τό κρεβάτι σου καί πήγαινε στό σπίτι σου». Ἐκεῖνος σηκώθηκε ἀμέσως, πῆρε τό κρεβάτι του καί μπροστά σ' ὅλους βγῆκε ἔξω, ἔτσι πού ὅλοι θαύμαζαν καί δόξαζαν τό Θεό: «Τέτοια πράγματα», ἔλεγαν, «ποτέ μέχρι τώρα δέν ἔχουμε δεῖ!»

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Εβρ. 1,10 - 2,3)

Κατ ̓ ἀρχάς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού  εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται,  σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον  παλαιωθήσονται,  καὶ  ὡσεὶ  περιβόλαιον ἑλίξεις  αὐτούς,  καί ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Πρὸς τίνα δὲ τῶν ἀγγέλων  εἴρηκέ ποτε· κάθου ἐκ  δεξιῶν  μου ἕως ἂν  θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; Διὰ τοῦτο δεῖ  περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μήποτε παραρρυῶμεν. Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος,  καὶ πᾶσα  παράβασις  καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν,  πῶς ἡμεῖς ἐκφευξόμεθα  τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν  λαβοῦσα  λαλεῖσθαι  διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀρχικά ἐσύ, Κύριε, στερέωσες τὴ γῆ κι ἔργο δικό σου εἶναι οἱ οὐρανοί. Αὐτοί  θά ἐξαφανιστοῦν, ἐνῶ ἐσύ  αἰώνια  παραμένεις.  Τά  πάντα  θά παλιώσουνε σάν ροῦχο. Σάν μανδύα θά τούς τυλίξεις, καί θ’  ἀλλάξουν. Ἐσύ ὅμως  παραμένεις  πάντα ὁ ἴδιος,  τά  χρόνια  σου  ποτέ  δέ  θά τελειώσουν. Σέ κανέναν ἀπ’ τούς ἀγγέλους δέν εἶπε ποτέ ὁ Θεός: Κάθισε στά δεξιά μου, ὡσότου ὑποτάξω τούς ἐχθρούς σου κάτω ἀπό τά πόδια σου. Δέν εἶναι, λοιπόν, ὅλοι οἱ ἄγγελοι πνεύματα πού ὑπηρετοῦν τόν Θεό κι ἀποστέλλονται ἀπ’  αὐτόν  γιά  νά  βοηθήσουν ὅσους  μέλλουν  νά σωθοῦν; Γι’ αὐτό κι ἐμεῖς πρέπει νά μένουμε πιό σταθεροί στίς ἀλήθειες πού ἀκούσαμε, γιά νά μήν ξεστρατίσουμε ποτέ. Γιατί, ἄν ὁ λόγος πού δόθηκε ἄλλοτε  μέσω ἀγγέλων, ἀποδείχτηκε ἀληθινός,  κι ὅσοι  τόν παρέβηκαν ἤ δέν ὑπάκουσαν σ’ αὐτόν, δέχτηκαν τήν τιμωρία πού τούς ἔπρεπε,  πῶς  εἶναι  δυνατόν ἐμεῖς  νά  ξεφύγουμε, ἄν  δέ  δώσουμε  τήν προσοχή πού ταιριάζει σέ μιά τόσο σπουδαία σωτηρία; Τή σωτηρία αὐτή, πού ἄρχισε νά διακηρύττει ὁ Κύριος, μᾶς τή βεβαίωσαν ὅσοι ἄκουσαν τό λόγο του.