02 Ιουλίου 2022

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ Γ΄ ΜΑΤΘΑΙΟΥ


ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Ματθ. 6, 22-33)

Εἶπεν ὁ  Κύριος· ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινόν ἔσται· ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον; Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ  τὸν ἕνα  μισήσει  καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς  καὶ τὸ σῶμα  τοῦ ἐνδύματος; Ἐμβλέψατε  εἰς  τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι  οὐ σπείρουσιν  οὐδὲ θερίζουσιν  οὐδὲ συνάγουσιν  εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. Εἰ δὲ τὸν  χόρτον  τοῦ ἀγροῦ,  σήμερον ὄντα  καὶ αὔριον  εἰς  κλίβανον βαλλόμενον, ὁ Θεὸς  οὕτως ἀμφιέννυσιν,  οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; Μὴ οὖν μεριμνήσητε λέγοντες, τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα; Πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν  τοῦ Θεοῦ καὶ τὴν  δικαιοσύνην  αὐτοῦ,  καὶ ταῦτα  πάντα προστεθήσεται ὑμῖν.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Εἶπε ὁ Κύριος· «Τὸ λυχνάρι τοῦ σώματος εἶναι τά μάτια. Ἄν λοιπόν τά μάτια σου εἶναι γερά, ὅλο το σῶμα σου θά εἶναι στό φῶς. Ἄν ὅμως τά μάτια σου εἶναι χαλασμένα, ὅλο τό σῶμα σου θά εἶναι στό σκοτάδι. Κι ἄν τό φῶς  πού ἔχεις,  μεταβληθεῖ σέ σκοτάδι,  σκέψου  πόσο  θά ’ναι  τό σκοτάδι! Κανείς δέν μπορεῖ νά εἶναι δοῦλος σέ δύο κυρίους· γιατί ἤ θά μισήσει τόν ἕνα καί θά ἀγαπήσει τόν ἄλλο, ἤ θά στηριχτεῖ στόν ἕνα καί θά περιφρονήσει τόν ἄλλο. Δέν μπορεῖτε νά εἶστε δοῦλοι καί στόν Θεό καί στό χρῆμα. Γι’ αὐτό, λοιπόν, σᾶς λέω: Μή μεριμνᾶτε γιά τή ζωή σας, τί θά φᾶτε καί τί θά πιεῖτε οὔτε γιά τό σῶμα σας, τί θά ντυθεῖτε. Ἡ ζωή δέν εἶναι σπουδαιότερη ἀπό τήν τροφή; Καί τό σῶμα δέν εἶναι σπουδαιότερο ἀπό τό ντύσιμο; Κοιτάξτε τά πουλιά πού δέν σπέρνουν οὔτε θερίζουν οὔτε συνάζουν ἀγαθά σέ ἀποθῆκες,  κι ὅμως ὁ οὐράνιος  Πατέρας  σας  τά τρέφει· ἐσεῖς δέν ἀξίζετε πολύ περισσότερο ἀπ’ αὐτά; Κι ἔπειτα, ποιός ἀπό σᾶς μπορεῖ μέ τό ἄγχος του νά προσθέσει ἕναν πῆχυ στό ἀνάστημά του;  Καί γιατί τόσο ἄγχος  γιά τό ντύσιμόσας; Ἄς  σᾶς  διδάξουν  τά ἀγριόκρινα πῶς μεγαλώνουν· δέν κοπιάζουν οὔτε γνέθουν· κι ὅμως σᾶς βεβαιώνω  πώς  οὔτε ὁ Σολομών  σ’ ὅλη  του  τή μεγαλοπρέπεια  δέν ντυνόταν ὅπως ἕνα ἀπό αὐτά. Ἄν ὅμως ὁ Θεός ντύνει ἔτσι τό ἀγριόχορτο, πού σήμερα ὑπάρχει κι αὔριο θά τό ρίξουν στή φωτιά, δέν θά φροντίσει πολύπερισσότερο γιά σᾶς, ὀλιγόπιστοι; Μήν ἔχετε, λοιπόν, ἄγχος καί μήν ἀρχίσετε  νά λέτε:  “τί θά φᾶμε;” ἤ:  “τί θά πιοῦμε;” ἤ:  “τί θά ντυθοῦμε;” γιατί, γιά ὅλα αὐτά ἀγωνιοῦν ὅσοι δέν ἐμπιστεύονται τόν Θεό· ὁ οὐράνιος ὅμως Πατέρας σας ξέρει καλά ὅτι ἔχετε ἀνάγκη ἀπ’ ὅλα αὐτά. Γι’ αὐτό πρῶτα ἀπ’ ὅλα νά ἐπιζητεῖτε τή βασιλεία τοῦ Θεοῦ καί τήν ἐπικράτηση τοῦ θελήματός του, κι ὅλα αὐτά θά ἀκολουθήσουν». 

 

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Ρωμ. 5, 1-10)

Ἀδελφοί, δικαιωθέντες ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι ̓ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ ̓ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. Οὐμόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς  οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη  τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος Ἁγίου τοῦ δοθέντος ἡμῖν. Ἔτι  γὰρ  Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν  κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε. Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεός, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. Πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι ̓ αὐτοῦ ἀπὸ τῆς ὀργῆς. Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀδελφοί, ἀφοῦ ὁ Θεός μᾶς ἔσωσε ἐπειδή πιστέψαμε, οἱ σχέσεις μας μ’ αὐτόν ἀποκαταστάθηκαν  μέ τή μεσολάβηση  τοῦ Κυρίου  μας Ἰησοῦ Χριστοῦ. Αὐτός μᾶς ὁδήγησε μέ τήν πίστη στόν χῶρο αὐτῆς τῆς χάρης τοῦ Θεοῦ, στήν ὁποία εἴμαστε στερεωμένοι, καί καυχόμαστε γιά τήν ἐλπίδα τῆς συμμετοχῆς μας στή δόξα τοῦ Θεοῦ. Μα δέν σταματᾶ ἐκεῖ ἡ καύχησή μας· καυχόμαστε ἀκόμα καί στίς δοκιμασίες, γιατί ξέρουμε καλά πώς οἱ δοκιμασίες ὁδηγοῦν  στήν ὑπομονή, ἡ ὑπομονή στόν δοκιμασμένο χαρακτήρα, κι ὁ δοκιμασμένος χαρακτήρας στήν ἐλπίδα. Κι ἡ ἐλπίδα τελικά δέν ἀπογοητεύει. Μαρτυρεῖ γι’ αὐτό ἡ ἀγάπη τοῦ Θεοῦ, μέ τήν ὁποία τό Ἅγιο Πνεῦμα πού μᾶς δόθηκε, γέμισε καί ξεχείλισε τίς καρδιές μας. Γιατί ὁ Χριστός, παρ’ ὅλο πού ἤμασταν ἀκόμη ἀνίκανοι νά κάνουμε τό καλό, πέθανε γιά μᾶς, τούς ἀσεβεῖς ἀνθρώπους, στόν προκαθορισμένο καιρό. Δύσκολα θά ’δινε κανείς τή ζωή του ἀκόμα καί γιά ἕνα δίκαιο ἄνθρωπο. Ἴσως ἀποφάσιζε  κανείς  νά πεθάνει  γιά κάποιον  καλό ἄνθρωπο. Ὁ Θεός ὅμως ξεπερνώντας αὐτά τά ὅρια ἔδειξε τήν ἀγάπη του γιά μᾶς, γιατί ἐνῶ ἐμεῖς ζούσαμε ἀκόμα στήν ἁμαρτία, ὁ Χριστός ἔδωσε τή ζωή του γιά μᾶς. Τώρα, λοιπόν, ἀφοῦ ὁ Θεός μᾶς ἀπάλλαξε ἀπό τήν καταδίκη, μέ τή μεσολάβηση τοῦ σταυρικοῦ θανάτου τοῦ Χριστοῦ, πολύ περισσότερο ὁ ἴδιος θά μᾶς σώσει κι ἀπό τή μέλλουσα ὀργή.