27 Αυγούστου 2022

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ ΙΑ΄ΜΑΤΘΑΙΟΥ

 

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Ματθ. 18, 23-35)

 

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι. Πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· κύριε, μακροθύμησον ἐπ ̓ ἐμοὶ καὶ πάντα σοι ἀποδώσω. Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτὸν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγε λέγων· ἀπόδος μοι εἴ τι ὀφείλεις. Πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων· μακροθύμησον ἐπ ̓ ἐμοὶ καὶ ἀποδώσω σοι. Ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον. Ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. Τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με. Οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; Καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. Οὕτω καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Εἶπε ὁ Κύριος αὐτή τήν παραβολή: «Ἡ βασιλεία τῶν οὐρανῶν μοιάζει μ’ ἕνα βασιλιά, πού θέλησε νά τοῦ ἀποδώσουν λογαριασμό οἱ δοῦλοι του. Μόλις ἄρχισε νά κάνει τό λογαριασμό, τοῦ φέρανε κάποιον πού ὄφειλε δέκα χιλιάδες τάλαντα. Ἐπειδή δέν μποροῦσε νά τά ἐπιστρέψει, ὁ κύριός του διέταξε νά πουλήσουν τόν ἴδιο, τή γυναίκα του, τά παιδιά του κι ὅλα τα ὑπάρχοντά του καί νά τοῦ δώσουν τό ποσό ἀπό τήν πώληση. Ὁ δοῦλος τότε ἔπεσε στά πόδια του, τόν προσκυνοῦσε κι ἔλεγε: “δεῖξε μου μακροθυμία καί θά σοῦ τά δώσω ὅλα τα χρέη μου πίσω”. Τόν λυπήθηκε λοιπόν ὁ κύριός του ἐκεῖνον τόν δοῦλο καί τόν ἄφησε νά φύγει· τοῦ χάρισε μάλιστα καί τό χρέος. Βγαίνοντας ἔξω ὁ ἴδιος δοῦλος, βρῆκε ἕναν ἀπό τούς συνδούλους του, πού τοῦ ὄφειλε μόνο ἑκατό δηνάρια· τόν ἔπιασε καί τόν ἔσφιγγε νά τόν πνίξει λέγοντάς του: “ξόφλησέ μου αὐτά πού μοῦ χρωστᾶς”. Ὁ σύνδουλός του τότε ἔπεσε στά πόδια του καί τόν παρακαλοῦσε: “δεῖξε μου μακροθυμία, καί θά σοῦ τά ξεπληρώσω”. Ἐκεῖνος ὅμως δέ δεχόταν, ἀλλά πῆγε καί τόν ἔβαλε στή φυλακή, ὥσπου νά ξεπληρώσει ὅ,τι τοῦ χρωστοῦσε. Ὅταν τό εἶδαν αὐτό οἱ σύνδουλοί του, λυπήθηκαν πάρα πολύ, και πῆγαν καί διηγήθηκαν στόν κύριό τους ὅλα ὅσα ἔγιναν. Τότε ὁ κύριος τόν κάλεσε καί τοῦ λέει: “κακέ δοῦλε, σοῦ χάρισα ὅλο ἐκεῖνο τό χρέος, ἐπειδή μέ παρακάλεσες· δέν ἔπρεπε κι ἐσύ νά σπλαχνιστεῖς τόν σύνδουλό σου, ὅπως κι ἐγώ σπλαχνίστηκα ἐσένα;” Καί ὀργισμένος τόν παρέδωσε στούς βασανιστές, ὥσπου νά ξεπληρώσει ὅσα τοῦ χρωστοῦσε. Ἔτσι θά κάνει καί σ’ ἐσᾶς ὁ οὐράνιος Πατέρας μου, ἄν ὁ καθένας σας δέ συγχωρεῖ τά παραπτώματα τοῦ ἀδερφοῦ του μ’ ὅλη του τήν καρδιά».

 

ΑΠΟΣΤΟΛΟΣ (Α΄ Κορ. 9, 2-12)

 

Ἀδελφοί, ἡ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ. Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη ἐστί. Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς; Ἤ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; Ἤ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; Ἤ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; Ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται· οὐ φιμώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; Ἤ δι ̓ ἡμᾶς πάντως λέγει; Δι ̓ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ ̓ ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ ̓ ἐλπίδι. Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλ ̓ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀδελφοί, ἡ ἴδια ἡ ὕπαρξη τῆς ἐκκλησίας σας εἶναι ἡ ἀπόδειξη πώς εἶμαι ἀπόστολος. Νά πῶς ἀπολογοῦμαι σ’ αὐτούς πού ἀμφισβητοῦν καί συζητοῦν τήν αὐθεντία μου ὡς ἀποστόλου: Δέν ἔχω τάχα δικαίωμα νά συντηροῦμαι μέ δαπάνη τῆς ἐκκλησίας ποῦ ὑπηρετῶ; Μήπως δέν ἔχω δικαίωμα νά ἔχω μαζί στά ταξίδια μου ἀδερφή χριστιανή ὡς σύζυγο, ὅπως κάνουν καί οἱ ἄλλοι ἀπόστολοι καί τά ἀδέρφια τοῦ Κυρίου καί ὁ Κηφᾶς; Ἤ μήπως εἴμαστε οἱ μόνοι, ἐγώ κι ὁ Βαρνάβας, πού δέν ἔχουμε δικαίωμα συντηρήσεως, ἀλλά πρέπει νά ζοῦμε μέ τήν ἐργασία μας; Ποιός πάει ποτέ στρατιώτης στόν πόλεμο μέ δικά του ἔξοδα; ποιός φυτεύει ἀμπέλι καί δέν τρώει ἀπό τόν καρπό του; ἤ ποιός βόσκει πρόβατα καί δέν τρώει ἀπό τό γάλα τοῦ κοπαδιοῦ; Μήπως αὐτά ποῦ λέω εἶναι σύμφωνα μόνο μέ τήν ἀνθρώπινη καθημερινή πείρα; Κι ὁ νόμος δέ λέει τά ἴδια; Πράγματι, στό Μωσαϊκό νόμο εἶναι γραμμένο: Μή βάλεις φίμωτρο στό βόδι πού ἁλωνίζει. Μήπως γιά τά βόδια νοιάζεται ὁ Θεός; Μήπως αὐτά πού λέει ἀναφέρονται πραγματικά σ’ ἐμᾶς; Ἀσφαλῶς αὐτά γράφτηκαν γιά μᾶς. Αὐτός πού ὀργώνει κι αὐτός πού ἁλωνίζει πρέπει νά κάνουν τή δουλειά τους μέ τήν ἐλπίδα τῆς συμμετοχῆς στή συγκομιδή. Ἐμεῖς σπείραμε ἀνάμεσά σας πνευματικό σπόρο· σᾶς φαίνεται πάρα πολύ ἄν θερίσουμε ἀπό σᾶς τά ὑλικά, πού εἶναι ἀναγκαῖα γιά τή συντήρησή μας; Ἄν ἄλλοι κάνουν χρήση αὐτοῦ τοῦ δικαιώματος ἀπέναντί σας, δέ θά ταίριαζε νά τό κάνουμε περισσότερο ἐμεῖς; Ἐμεῖς ὅμως δέν κάναμε χρήση τοῦ δικαιώματος αὐτοῦ, ἀλλά ὑπομένουμε κάθε στέρηση, γιά νά μή δημιουργήσουμε κανένα ἐμπόδιο στή διάδοση τοῦ εὐαγγελίου τοῦ Χριστοῦ.