ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Λουκ. 14, 16-24. Ματθ. 22, 14)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις ἐποίησε
δεῖπνον μέγα καὶ ἐκάλεσε πολλούς· καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου
εἰπεῖν τοῖς κεκλημένοις· ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς
παραιτεῖσθαι πάντες. Ὁ πρῶτος εἶπεν αὐτῷ· ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν
καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· ζεύγη βοῶν ἠγόρασα
πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε·
γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. Καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος
ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ·
ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ρύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους
καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε. Καὶ εἶπεν ὁ δοῦλος· κύριε, γέγονεν ὡς ἐπέταξας,
καὶ ἔτι τόπος ἐστί. Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· ἔξελθε εἰς τὰς ὁδοὺς καὶ
φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκος μου. Λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς
τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. Πολλοὶ γάρ εἰσι
κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Εἶπε ὁ Κύριος αὐτή τήν παραβολή· «Ἕνας ἄνθρωπος ἑτοίμασε
μεγάλο δεῖπνο καί κάλεσε πολλούς. Ὅταν ἦρθε ἡ ὥρα τοῦ δείπνου, ἔστειλε τό δοῦλο
του νά πεῖ στούς καλεσμένους: “ἐλᾶτε, ὅλα εἶναι πιά ἔτοιμα”. Τότε ἄρχισαν, ὁ ἕνας
μετά τόν ἄλλο, νά βρίσκουν δικαιολογίες: Ὁ πρῶτος τοῦ εἶπε: “ἔχω ἀγοράσει ἕνα
χωράφι καί πρέπει νά πάω νά τό δῶ· σέ παρακαλῶ, θεώρησέ με δικαιολογημένον”. Ἄλλος
τοῦ εἶπε: “ἔχω ἀγοράσει πέντε ζευγάρια βόδια καί πάω νά τά δοκιμάσω· σέ παρακαλῶ,
δικαιολόγησέ με”. Κι ἕνας ἄλλος τοῦ εἶπε: “εἶμαι νιόπαντρος καί γι’ αὐτό δέν
μπορῶ νά ἔρθω”. Γύρισε ὁ δοῦλος ἐκεῖνος καί τά εἶπε αὐτά στόν κύριό του. Τότε ὁ
οἰκοδεσπότης ὀργισμένος εἶπε στό δοῦλο του: “πήγαινε γρήγορα στίς πλατεῖες καί
στούς δρόμους τῆς πόλης καί φέρε μέσα τούς φτωχούς, τούς ἀνάπηρους, τούς
κουτσούς καί τούς τυφλούς”. Ὅταν γύρισε ὁ δοῦλος τοῦ εἶπε: “κύριε, αὐτό πού
πρόσταξες ἔγινε καί ὑπάρχει ἀκόμη χώρος”. Εἶπε πάλι ὁ κύριος στό δοῦλο:
“πήγαινε ἔξω ἀπό τήν πόλη στούς δρόμους καί στά μονοπάτια κι ἀνάγκασέ τους νά ἔρθουν,
γιά νά γεμίσει τό σπίτι μου· γιατί σᾶς βεβαιώνω πώς κανένας ἀπό κείνους πού
κάλεσα δέ θά γευτεῖ τό δεῖπνο μου. Γιατί πολλοί εἶναι οἱ καλεσμένοι, λίγοι ὅμως
οἱ ἐκλεκτοί ”».
ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Β΄ Τιμ. α΄ 8-18) (ΑΓΙΟΥ ΕΛΕΥΘΕΡΙΟΥ)
Τέκνον
Τιμόθεε, μὴ ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ,
ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος
κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ' ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν
ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας
τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν
καὶ ἀφθαρσίαν διὰ τοῦ Εὐαγγελίου, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος
ἐθνῶν. Δι' ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ' οὐκ ἐπαισχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα,
καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.
Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ' ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν
Χριστῷ Ἰησοῦ· τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν
ἡμῖν. Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστι Φύγελος καὶ
Ἑρμογένης. Δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξε καὶ τὴν
ἅλυσίν μου οὐκ ἐπαισχύνθη, ἀλλὰ γενόμενος ἐν Ρώμῃ σπουδαιότερον ἐζήτησέ με καὶ
εὗρε· δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· καὶ ὅσα ἐν
Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Παιδί μου Τιμόθεε, νά μην ντρέπεσαι νά ὁμολογεῖς τόν Κύριό μας, οὒτε νά ντρέπεσαι για μένα, πού εἶμαι φυλακισμένος για χάρη Του. Νά εἶσαι ἓτοιμος νά κακοπαθήσεις μαζί μ’ ἐμένα γιά τό κήρυγμα τοῦ εὐαγγελίου, κι ὁ Θεός θα σοῦ δώσει τή δύναμη. Ἐκεῖνος μᾶς ἒσωσε καί μᾶς κάλεσε νά γίνουμε λαός του, ὂχι ἐξαιτίας τῶν ἒργων μας, ἀλλά γιατί ὁ ἲδιος τό θέλησε καί μᾶς ἒδωσε τή χάρη του διά τοῦ Ἰησοῦ Χριστοῦ. Αὐτή ἡ χάρη εἶχε δοθεῖ προαιώνια, φανερώθηκε ὃμως τώρα μέ τήν ἐμφάνιση στή γῆ τοῦ σωτήρα μας Ἰησοῦ Χριστοῦ, πού μέ τό εὐαγγέλιο κατήργησε τόν θάνατο κι ἒκανε νά λάμψει ἡ ἂφθαρτη ζωή. Αὐτοῦ τοῦ εὐαγγελίου ὁρίστηκα νά εἶμαι ἐγώ κήρυκας κι ἀπόστολος καί διδάσκαλος τῶν ἐθνικῶν. Γι’ αὐτόν τόν λόγο ὑποφέρω αὐτά τά δεινά. Δεν δειλιάζω ὃμως, γιατί ξέρω σέ ποιόν ἒχω στηρίξει τήν πίστη μου. Καί εἶμαι βέβαιος ὃτι αὐτός ἒχει τή δύναμη νά φυλάξει ὣς τήν ἡμέρα ἐκείνη ὃ,τι μοῦ ἒχει ἐμπιστευθεῖ. Νά ἒχεις ὡς ὑπόδειγμα τῆς ὀρθῆς διδασκαλίας ὃσα ἂκουσες ἀπό μένα. Νά τά τηρεῖς μέ τήν πίστη καί τήν ἀγάπη πού δίνει ὀ Ἰησοῦς Χριστός. Τήν ὀρθή πίστη πού σοῦ έμπιστεύτηκε ὁ Θεός φύλαγέ την, μέ τή βοήθεια τοῦ Ἁγίου Πνεύματος πού κατοικεῖ μέσα μας. Τό ξέρεις ὃτι μέ ἀπαρνήθηκαν ὃλοι αὐτοί πού ἦταν στήν Ἀσία-ἀνάμεσά τους κι ὁ Φύγελλος κι ὁ Ἑρμογένης. Ὁ Κύριος ἂς δείξει τό ἒλεός του στήν οἰκογένεια τοῦ Ὀνησιφόρου, πού μέ ἀνακούφισε πολλές φορές καί δεν ντράπηκε γιά τή φυλάκισή μου, ἀλλά ἦρθε στή Ρώμη, μέ ἀναζήτησε μέ πολλή ἐπιμονή καί μέ βρῆκε.Ἂς δώσει ὁ Κύριος νά βρεῖ ἒλεος ἀπό τόν Θεό ἐκείνη τήν ἡμέρα! Καί πόσες ὑπηρεσίες μοῦ πρόσφερε στήν Ἒφεσο, ἐσύ τό ξέρεις καλύτερα.