22 Οκτωβρίου 2022

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ ΣΤ΄ ΛΟΥΚΑ

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Λουκ. 8, 26-39)

Τῷ καιρῷ ἐκείνῳ, κατέπλευσεν ὁ Ἰησοῦς εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, ἥτις ἐστὶν ἀντίπερα τῆς Γαλιλαίας. Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν. Ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπε· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς. Παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. Πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους. Ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· τί σοί ἐστιν ὄνομα; ὁ δὲ εἶπε· λεγεών· ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν· καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ᾿ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν. Ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. Καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ᾿ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν. Ἐδέετο δὲ αὐτοῦ ὁ ἀνήρ, ἀφ᾿ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ· ἀπέλυσε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. καὶ ἀπῆλθε καθ᾿ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἐκεῖνο τόν καιρό, ὁ Ἰησοῦς κατέπλευσε στήν περιοχή τῶν Γαδαρηνῶν, πού βρίσκεται στήν ἀπέναντι ὄχθη ἀπό τή Γαλιλαία. Ὅταν βγῆκε στήν ξηρά, τόν συνάντησε κάποιος ἄντρας ἀπό τήν πόλη, πού εἶχε μέσα του δαιμόνια ἀπό πολύν καιρό. Ροῦχο δέν ντυνόταν οὔτε ἔμενε σέ σπίτι, ἀλλά ζοῦσε στά μνήματα. Ὅταν εἶδε τόν Ἰησοῦ, ἔβγαλε μιά κραυγή, ἔπεσε στά πόδια του καί τοῦ εἶπε μέ δυνατή φωνή: «Τί δουλειά ἔχεις ἐσύ μ’ ἐμένα Ἰησοῦ, Υἱέ τοῦ ὕψιστου Θεοῦ; Σέ παρακαλῶ μή μέ βασανίσεις». Αὐτά τά εἶπε, γιατί ὁ Ἰησοῦς εἶχε διατάξει τό δαιμονικό πνεῦμα νά βγεῖ ἀπό τόν ἄνθρωπο. Ἀπό πολλά χρόνια τόν εἶχε στήν ἐξουσία του, καί γιά νά τόν συγκρατήσουν τόν ἔδεναν μέ ἁλυσίδες καί τοῦ ἔβαζαν στά πόδια σιδερένια δεσμά. Ἐκεῖνος ὅμως ἔσπαζε τά δεσμά, καί τό δαιμόνιο τόν ὁδηγοῦσε στίς ἐρημιές. Ὁ Ἰησοῦς τόν ρώτησε: «Ποιό εἶναι τό ὄνομά σου;» Ἐκεῖνος ἀπάντησε: «Λεγεών»· γιατί εἶχαν μπεῖ μέσα του πολλά δαιμόνια. Τά δαιμόνια, λοιπόν, τόν παρακαλοῦσαν νά μήν τά διατάξει νά πᾶνε στήν ἄβυσσο. Ἐκεῖ κοντά ἦταν ἕνα κοπάδι ἀπό πολλούς χοίρους πού ἔβοσκαν στό βουνό, καί τά δαιμόνια παρακαλοῦσαν τόν Ἰησοῦ νά τούς ἐπιτρέψει νά μποῦν στούς χοίρους, καί τούς τό ἐπέτρεψε. Βγῆκαν, λοιπόν, ἀπό τόν ἄνθρωπο καί μπῆκαν στούς χοίρους. Τότε τό κοπάδι ὅρμησε πρός τόν γκρεμό καί πνίγηκε στή λίμνη. Μόλις οἱ βοσκοί εἶδαν τί ἔγινε, ἔφυγαν καί τό εἶπαν στήν πόλη καί στήν ὕπαιθρο. Βγῆκαν οἱ ἄνθρωποι νά δοῦν τί ἔγινε καί ἦρθαν κοντά στόν Ἰησοῦ. Βρῆκαν τόν ἄνθρωπο ἀπό τόν ὁποῖο βγῆκαν τά δαιμόνια νά κάθεται δίπλα στόν Ἰησοῦ, νά φοράει ροῦχα καί νά φέρεται λογικά, καί φοβήθηκαν. Ὅσοι εἶχαν δεῖ τί εἶχε γίνει, τούς εἶπαν γιά τό πῶς ὁ δαιμονισμένος σώθηκε. Τότε ὅλο τό πλῆθος ἀπό τήν περιοχή τῶν Γαδάρων παρακαλοῦσαν τόν Ἰησοῦ νά φύγει ἀπό κοντά τους, γιατί τούς εἶχε πιάσει μεγάλος φόβος. Ἐκεῖνος μπῆκε στό πλοιάριο γιά νά γυρίσει πίσω. Ὁ ἄνθρωπος ἀπό τόν ὁποῖο εἶχαν βγεῖ τά δαιμόνια τόν παρακαλοῦσε νά τόν πάρει μαζί του. Ὁ Ἰησοῦς ὅμως τοῦ εἶπε νά φύγει, μέ τά παρακάτω λόγια: «Γύρισε στό σπίτι σου καί διηγήσου ὅσα ἔκανε σ’ ἐσένα ὁ Θεός». Ἐκεῖνος ἔφυγε διαλαλώντας σ’ ὅλη τήν πόλη ὅσα ἔκανε σ’ αὐτόν ὁ Ἰησοῦς.

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Γαλ. 1, 11-19)

Ἀδελφοί, γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως  ̓Ιησοῦ Χριστοῦ. ̓Ηκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ  ̓Ιουδαϊσμῷ, ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν, καὶ προέκοπτον ἐν τῷ  ̓Ιουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.  ̔́Οτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀνῆλθον εἰς  ̔Ιεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς  ̓Αραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.  ̓́Επειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς  ̔Ιεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε· ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ  ̓Ιάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀδελφοί, πρέπει νά ξέρετε πώς τό εὐαγγέλιο πού σᾶς κήρυξα ἐγώ δέν προέρχεται ἀπό ἄνθρωπο. Γιατί κι ἐγώ οὔτε τό παρέλαβα οὔτε τό διδάχτηκα ἀπό ἄνθρωπο, ἀλλά μοῦ τό ἀποκάλυψε ὁ Ἰησοῦς Χριστός. Ἀσφαλῶς ἔχετε ἀκούσει γιά τή διαγωγή μου ὅσον καιρό ἀνήκα στήν ἰουδαϊκή θρησκεία, ὅτι καταδίωκα μέ πάθος τήν ἐκκλησία τοῦ Θεοῦ καί προσπαθοῦσα νά τήν ἐξαφανίσω. Καί πρόκοβα στόν ἰουδαϊσμό πιό πολύ ἀπό πολλούς συνομήλικους συμπατριῶτες μου, γιατί εἶχα μεγαλύτερο ζῆλο γιά τίς προγονικές μου παραδόσεις. Ὁ Θεός ὅμως μέ εἶχε ξεχωρίσει ἀπό τήν κοιλιά τῆς μάνας μου καί ἡ χάρη του μέ εἶχε καλέσει νά τόν ὑπηρετήσω. Ὅταν, λοιπόν, εὐδόκησε νά μοῦ ἀποκαλύψει τόν Υἱό του γιά νά φέρω στούς ἐθνικούς τό χαρμόσυνο μήνυμα γι’ αὐτόν, δέ στηρίχθηκα σ’ ἀνθρώπινες δυνάμεις· οὔτε ἀνέβηκα στά Ἱεροσόλυμα νά δῶ ἐκείνους πού ἦταν ἀπόστολοι πρίν ἀπό μένα, ἀλλά ἔφυγα στήν Ἀραβία, καί ὕστερα ξαναγύρισα στή Δαμασκό. Ἔπειτα, μετά ἀπό τρία χρόνια, ἀνέβηκα στά Ἱεροσόλυμα νά γνωρίσω ἀπό κοντά τόν Πέτρο, κι ἔμεινα κοντά του δεκαπέντε μέρες. Ἄλλον ἀπόστολο δέν εἶδα, παρά τόν Ἰάκωβο, τόν ἀδερφό τοῦ Κυρίου.