01 Οκτωβρίου 2022

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ Β΄ ΛΟΥΚΑ

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Λουκ. 6, 31-36)

Εἶπεν ὁ Κύριος· καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. Καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. Καὶ ἐὰν δανείζητε παρ᾿ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα. Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Εἶπε ὁ Κύριος· «Ὅπως θέλετε νά σᾶς συμπεριφέρονται οἱ ἄνθρωποι, ἔτσι ἀκριβῶς νά συμπεριφέρεστε κι ἐσεῖς σ’ αὐτούς. Γιατί, ἄν ἀγαπᾶτε αὐτούς ποῦ σᾶς ἀγαποῦν, ποιά εὔνοια περιμένετε ἀπό τό Θεό; Ἀφοῦ καί οἱ ἁμαρτωλοί ἀγαποῦν αὐτούς πού τούς ἀγαποῦν. Κι ἄν κάνετε καλό σ’ αὐτούς ποῦ σᾶς κάνουν καλό, ποιά εὔνοια περιμένετε ἀπό τό Θεό; Καί οἱ ἁμαρτωλοί το ἴδιο κάνουν. Ἄν δανείζετε σ’ ὅσους ἐλπίζετε νά σᾶς τά ἐπιστρέψουν, ποιά εὔνοια περιμένετε ἀπό τό Θεό; Καί οἱ ἁμαρτωλοί δανείζουν στούς ὁμοίους τους γιά νά τά πάρουν πίσω. Ἀντίθετα, ἐσεῖς ν’ ἀγαπᾶτε τούς ἐχθρούς σας, νά κάνετε τό καλό καί νά δανείζετε, χωρίς νά περιμένετε νά πάρετε πίσω τίποτα. Ἔτσι, ὁ Θεός, πού εἶναι καλός ἀκόμα καί μέ τούς ἀχάριστους καί τούς κακούς, θά σᾶς ἀνταμείψει μέ τό παραπάνω καί θά σᾶς κάνει παιδιά του. Νά εἶστε λοιπόν σπλαχνικοί, ὅπως σπλαχνικός εἶναι κι ὁ Θεός Πατέρας σας».

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Β΄ Κορ. 6, 1-10)

Ἀδελφοί, συνεργοῦντες παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς –λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας– μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ ̓ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀδελφοί, συνεργάτες τοῦ Θεοῦ καθώς εἴμαστε, σᾶς παρακαλοῦμε νά μήν ἀφήσετε νά πάει χαμένη ἡ χάρη τοῦ Θεοῦ πού δεχτήκατε, γιατί ἡ Γραφή λέει: Στόν καιρό τῆς χάρης σέ ἄκουσα, καί τήν ἡμέρα τῆς σωτηρίας σέ βοήθησα. Νά, τώρα εἶναι ὁ καιρός τῆς χάρης, τώρα εἶναι ἡ ἡμέρα τῆς σωτηρίας. Κανένα πρόσκομμα δέ φέρνουμε σέ κανένα, γιά νά μή δυσφημηθεῖ τό ἔργο μας. Ἀντίθετα, μέ κάθε τρόπο συσταίνουμε τόν ἑαυτό μας ὡς ὑπηρέτες τοῦ Θεοῦ: μέ τή μεγάλη ὑπομονή μας, μέ τίς θλίψεις, μέ τίς δυσχέρειες, τίς στενοχώριες, τίς κακοποιήσεις, τίς φυλακίσεις, τίς ἐναντίον μας ἐξεγέρσεις, τίς ταλαιπωρίες, τίς ἀγρύπνιες, τήν πείνα. Συσταίνουμε τόν ἑαυτό μας μέ τήν ἐντιμότητα, τή γνώση τῆς ἀλήθειας, τήν ἀνεκτικότητα, τήν καλοσύνη, τή φώτιση τοῦ Ἁγίου Πνεύματος, τήν ἀνυπόκριτη ἀγάπη, μέ τό κήρυγμα γιά τήν ἀλήθεια, μέ τή δύναμη τοῦ Θεοῦ, μέ τά ὅπλα τῆς σωτηρίας τά ἐπιθετικά καί τά ἀμυντικά. Δοκιμάζουμε δόξα καί ἀτίμωση, δυσφήμηση καί ἔπαινο. Μᾶς θεωροῦν λαοπλάνους, καί ὅμως λέμε τήν ἀλήθεια· μᾶς ἀγνοοῦν καί ὅμως γινόμαστε γνωστοί· φτάνουμε στό θάνατο, καί νά πού ζοῦμε· μᾶς βασανίζουν, ἀλλά δέν πεθαίνουμε· μᾶς προξενοῦν στενοχώριες κι ὅμως πάντοτε χαιρόμαστε· εἴμαστε φτωχοί, κάνουμε ὅμως πολλούς νά πλουτίσουν· τίποτα δέν ἔχουμε καί τά πάντα κατέχουμε.