08 Οκτωβρίου 2022

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ Γ΄ ΛΟΥΚΑ

 

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Λουκ. 7, 11-16)

 

Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὁ Ἰησοῦς εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς. Ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. Καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ καὶ εἶπεν αὐτῇ· μὴ κλαῖε· καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. Καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. Ἔλαβε δὲ φόβος πάντας καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες ὅτι προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Τόν καιρό ἐκεῖνο, πῆγε ὁ Ἰησοῦς σέ μιά πόλη πού λεγόταν Ναΐν. Μαζί του ἦταν ἀρκετοί μαθητές του καί πολύ πλῆθος. Τήν ὥρα πού πλησίαζαν στήν πύλη τῆς πόλης, ἔβγαζαν ἕνα νεκρό, τό μονάκριβο γιό μιᾶς μάνας, πού μάλιστα ἦταν χήρα. Κόσμος πολύς ἀπό τήν πόλη τή συνόδευε. Ὅταν εἶδε τή χήρα ὁ Κύριος, τή σπλαχνίστηκε καί τῆς εἶπε: «Μήν κλαῖς». Ἔπειτα προχώρησε, ἀκούμπησε τή σορό, καί ἀφοῦ στό μεταξύ αὐτοί πού βαστοῦσαν τό φέρετρο σταμάτησαν, εἶπε: «Νεαρέ, σέ διατάζω νά σηκωθεῖς». Ὁ νεκρός ἀνακάθισε κι ἄρχισε νά μιλάει. Ὁ Ἰησοῦς τότε τόν παρέδωσε στή μητέρα του. Ὅλους τούς κυρίεψε δέος καί δόξαζαν τό Θεό: «Μεγάλος προφήτης», ἔλεγαν, «ἐμφανίστηκε ἀνάμεσά μας!» καί: «Ὁ Θεός ἦρθε νά σώσει τό λαό του!».

 


ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Β΄ Κορ. 6, 16-7,1)

 

Ἀδελφοί, ὑμεῖς ἐστε ναὸς Θεοῦ ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ. Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.

 

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀδελφοί, ἐσεῖς εἶστε ναός τοῦ ἀληθινοῦ Θεοῦ, ὅπως ὁ ἴδιος εἶπε: Θα κατοικήσω ἀνάμεσά τους καί θά πορεύομαι μαζί τους. Θά εἶμαι Θεός τους, κι αὐτοί θά εἶναι λαός μου. Γι’ αὐτό λέει ὁ Κύριος: Φύγετε μακριά ἀπ’ αὐτούς καί ξεχωρίστε. Μήν ἀγγίζετε ἀκάθαρτο πράγμα, κι ἐγώ θα σᾶς δεχτῶ. Θά εἶμαι γιά σᾶς ὁ Πατέρας, κι ἐσεῖς θά εἶστε γιοί και θυγατέρες μου, λέει ἀκόμα ὁ παντοκράτορας Κύριος. Ἀφοῦ λοιπόν, ἀγαπητοί μου, ἔχουμε αὐτές τίς ὑποσχέσεις, ἄς καθαρίσουμε τούς ἑαυτούς μας ἀπό καθετί πού μολύνει τό σῶμα καί τήν ψυχή. Ἄς ζήσουμε μιά ἅγια ζωή μέ φόβο Θεοῦ.