ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Ιωάν. 1, 44-52)
Τῷ καιρῷ ἐκείνῳ, ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν
Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. ἦν δὲ ὁ
Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. εὑρίσκει Φίλιππος τὸν
Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν,
Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ
Ναζαρέτ. καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ
Φίλιππος· Ἔρχου καὶ ἴδε. εἶδεν ὁ Ἰησοῦς τὸν
Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ
δόλος οὐκ ἔστι. λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν
αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ἀπεκρίθη Ναθαναήλ
καὶ λέγει αὐτῷ· Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦΘεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. ἀπεκρίθη
Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις;
μείζω τούτων ὄψῃ. καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν οὐρανὸν
ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ
τὸν υἱὸν τοῦ ἀνθρώπου.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Τόν καιρό ἐκεῖνο, ὁ Ἰησοῦς ἀποφάσισε νά πάει στή Γαλιλαία. Βρίσκει τότε τόν Φίλιππο καί τοῦ λέει: «Ἔλα μαζί μου». Ὁ Φίλιππος καταγόταν ἀπό τή Βηθσαϊδά, τήν πατρίδα τοῦ Ἀνδρέα καί τοῦ Πέτρου. Βρίσκει ὁ Φίλιππος τόν Ναθαναήλ καί τοῦ λέει: «Αὐτόν πού προανήγγειλε ὁ Μωυσῆς στόν νόμο καί οἱ προφῆτες, τόν βρήκαμε· εἶναι ὁ Ἰησοῦς, ὁ γιός τοῦ Ἰωσήφ ἀπό τή Ναζαρέτ». «Μπορεῖ ἀπό τή Ναζαρέτ νά βγεῖ τίποτα καλό;» τόν ρώτησε ὁ Ναθαναήλ. «Ἔλα καί δές μόνος σου», τοῦ λέει ὁ Φίλιππος. Ο Ἰησοῦς εἶδε τόν Ναθαναήλ νά πλησιάζει καί λέει γι' αὐτόν: «Νά ἕνας γνήσιος Ἰσραηλίτης, χωρίς δόλο μέσα του». «Ἀπό ποῦ μέ ξέρεις;» τόν ρωτάει ὁ Ναθαναήλ. Κι ὁ Ἰησοῦς τοῦ ἀπάντησε: «Προτοῦ σοῦ πεῖ ὁ Φίλιππος νά ’ρθεῖς, σέ εἶδα πού ἤσουν κάτω ἀπ' τή συκιά». Τότε ὁ Ναθαναήλ τοῦ εἶπε: «Διδάσκαλε, ἐσύ εἶσαι ὁ Υἱός τοῦ Θεοῦ, ἐσύ εἶσαι ὁ βασιλιάς τοῦ Ἰσραήλ». Κι ὁ Ἰησοῦς τοῦ ἀποκρίθηκε: «Ἐπειδή σοῦ εἶπα πώς σέ εἶδα κάτω ἀπό τή συκιά, γι' αὐτό πιστεύεις; Θά δεῖς μεγαλύτερα πράγματα ἀπ' αὐτά». Καί τοῦ λέει: «Σᾶς βεβαιώνω ὅτι σύντομα θά δεῖτε νά ἔχει ἀνοίξει ὁ οὐρανός, καί οἱ ἄγγελοι τοῦ Θεοῦ νά ἀνεβαίνουν καί νά κατεβαίνουν πάνω στόν Υἱό τοῦ Ἀνθρώπου».
ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Εβρ. 11, 24-26, 32-40)
Ἀδελφοί, πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν. Καὶ τί ἔτι λέγω; ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυῒδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Ἀδελφοί, μέ τήν πίστη ὁ Μωυσῆς, ὅταν πιά μεγάλωσε, ἀρνήθηκε νά ὀνομάζεται γιός τῆς κόρης τοῦ Φαραώ· προτίμησε νά ὑποφέρει μαζί μέ τόν λαό τοῦ Θεοῦ, παρά ν' ἀπολαμβάνει τήν πρόσκαιρη ἁμαρτωλή ζωή. Θεώρησε μεγαλύτερο πλοῦτο ἀπό τούς θησαυρούς τῆς Αἰγύπτου τόν ἐξευτελισμό, σάν ἐκεῖνον πού ὑπέφερε ὁ Χριστός, γιατί ἀπέβλεπε στήν ἀνταπόδοση. Χρειάζεται νά συνεχίσω; Δέ θά μέ πάρει ὁ χρόνος νά διηγηθῶ γιά τόν Γεδεών, τόν Βαράκ, τόν Σαμψών, τόν Ἰεφθάε, τόν Δαβίδ, τόν Σαμουήλ καί τούς προφῆτες. Μέ τήν πίστη κατατρόπωσαν βασίλεια, ἐπέβαλαν τό δίκαιο, πέτυχαν τήν πραγματοποίηση τῶν ὑποσχέσεων τοῦ Θεοῦ, ἔφραξαν στόματα λεόντων· ἔσβησαν τή δύναμη τῆς φωτιᾶς, διέφυγαν τή σφαγή, ἔγιναν ἀπό ἀδύνατοι ἰσχυροί, ἀναδείχτηκαν ἥρωες στόν πόλεμο, ἔτρεψαν σέ φυγή ἐχθρικά στρατεύματα· γυναῖκες ξαναπῆραν πίσω στή ζωή τούς ἀνθρώπους τους, κι ἄλλοι βασανίστηκαν ὥς τόν θάνατο, χωρίς νά δεχτοῦν τήν ἀπελευθέρωσή τους, γιατί πίστευαν ὅτι μποροῦσαν ν' ἀναστηθοῦν σέ μιά καλύτερη ζωή. Ἄλλοι δοκίμασαν ἐξευτελισμούς καί μαστιγώσεις, ἀκόμη καί δεσμά καί φυλακίσεις. Λιθοβολήθηκαν, πριονίστηκαν, πέρασαν δοκιμασίες, θανατώθηκαν μέ μαχαίρι, περιπλανήθηκαν ντυμένοι μέ προβιές καί κατσικίσια δέρματα, ἔζησαν μέ στερήσεις, ὑπέφεραν καταπιέσεις, θλίψεις καί κακουχίες –ὁκόσμος δέν ἦταν ἄξιος νά ’χει τέτοιους ἀνθρώπους– πλανήθηκαν σέ ἐρημιές καί βουνά, σέ σπηλιές καί σέ τρύπες τῆς γῆς. Ὅλοι οἱ παραπάνω, παρά τήν καλή μαρτυρία τῆς πίστης τους, δέν πῆραν ὅ,τι τούς ὑποσχέθηκε ὁ Θεός. Αὐτός εἶχε προβλέψει κάτι καλύτερο γιά μᾶς, ἔτσι ὥστε νά μή φτάσουν ἐκεῖνοι στήν τελειότητα χωρίς ἐμᾶς.