10 Φεβρουαρίου 2024

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ ΙΣΤ΄ ΜΑΤΘΑΙΟΥ (ΤΩΝ ΤΑΛΑΝΤΩΝ)

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Ματθ. 25, 14-30) 

«Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως. πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα· ὡσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο. ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ καὶ ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. μετὰ δὲ χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ” αὐτῶν λόγον. καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ” αὐτοῖς. ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπε· κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ” αὐτοῖς. ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε· κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· πονηρὲ δοῦλε καὶ ὀκνηρέ! ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα! ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. ἄρατε οὖν ἀπ” αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα· τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ” αὐτοῦ. καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ταῦτα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω».

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Εἶπε ὁ Κύριος αὐτή τήν παραβολή· ἕνας ἄνθρωπος φεύγοντας γιά ταξίδι, κάλεσε τούς δούλους του καί τούς ἐμπιστεύτηκε τά ὑπάρχοντά του. Σ’ ἄλλον ἔδωσε πέντε τάλαντα, σ’ ἄλλον δύο, σ’ ἄλλον ἕνα, στόν καθένα ἀνάλογα μέ τήν ἱκανότητά του, κι ἔφυγε ἀμέσως γιά τό ταξίδι. Αὐτός πού ἔλαβε τά πέντε τάλαντα, πῆγε καί τά ἐκμεταλλεύτηκε καί κέρδισε ἄλλα πέντε. Κι αὐτός πού ἔλαβε τά δύο τάλαντα, κέρδισε ἐπίσης ἄλλα δύο. Ἐκεῖνος ὅμως πού ἔλαβε τό ἕνα τάλαντο, πῆγε κι ἔσκαψε στή γῆ καί ἔκρυψε τά χρήματα τοῦ κυρίου του.
Ὕστερα ἀπό ἕνα μεγάλο χρονικό διάστημα, γύρισε ὁ κύριος ἐκείνων τῶν δούλων καί ἔκανε λογαριασμό μαζί τους. Παρουσιάστηκε τότε ἐκεῖνος πού εἶχε λάβει τά πέντε τάλαντα καί τοῦ ἔφερε ἄλλα πέντε. «Κύριε», τοῦ λέει, «μοῦ ἐμπιστεύτηκες πέντε τάλαντα· κοίτα, κέρδισα μ’ αὐτά ἄλλα πέντε». Ὁ κύριός του τοῦ εἶπε: «εὖγε, καλέ καί ἔμπιστε δοῦλε! Ἀποδείχτηκες ἀξιόπιστος στά λίγα, γι’ αὐτό θά σοῦ ἐμπιστευτῶ πολλά. Ἔλα νά γιορτάσεις μαζί μου». Παρουσιάστηκε κι ὁ ἄλλος μέ τά δύο τάλαντα καί τοῦ εἶπε: «κύριε, μοῦ ἐμπιστεύτηκες δύο τάλαντα· κοίτα, κέρδισα ἄλλα δύο». Τοῦ εἶπε ὁ κύριός του: «εὖγε, καλέ καί ἔμπιστε δοῦλε! Ἀποδείχτηκες ἀξιόπιστος στά λίγα, γι’ αὐτό θά σοῦ ἐμπιστευτῶ πολλά. Ἔλα νά γιορτάσεις μαζί μου». Παρουσιάστηκε κι ἐκεῖνος πού εἶχε λάβει τό ἕνα τάλαντο καί τοῦ εἶπε: «κύριε, ἤξερα πώς εἶσαι σκληρός ἄνθρωπος. Θερίζεις ἐκεῖ ὅπου δέν ἔσπειρες καί συνάζεις καρπούς ἐκεῖ πού δέ φύτεψες. Γι’ αὐτό φοβήθηκα καί πῆγα κι ἔκρυψα τό τάλαντό σου στή γῆ. Ὁρίστε τά λεφτά σου». Ὁ κύριός του τοῦ ἀποκρίθηκε: «δοῦλε κακέ καί ὀκνηρέ, ἤξερες πώς θερίζω ὅπου δέν ἔσπειρα, καί συνάζω καρπούς ἀπ’ ὅπου δέ φύτεψα! Τότε ἔπρεπε νά βάλεις τά χρήματά μου στήν τράπεζα, κι ἐγώ ὅταν θά γυρνοῦσα πίσω, θά τά ἔπαιρνα μέ τόκο. Πάρτε του, λοιπόν, τό τάλαντο καί δῶστε το σ’ αὐτόν πού ἔχει τά δέκα τάλαντα. Γιατί σέ καθέναν πού ἔχει, θά τοῦ δοθεῖ μέ τό παραπάνω καί θά ’χει περίσσευμα· ἐνῶ ἀπ’ ὅποιον δέν ἔχει, θά τοῦ πάρουν καί τά λίγα πού ἔχει. Κι αὐτόν τόν ἄχρηστο δοῦλο πετάξτε τον ἔξω στό σκοτάδι. Ἐκεῖ θά κλαῖνε, καί θά τρίζουν τά δόντια». Ἀφοῦ τά εἶπε ὅλα αὐτά, πρόσθεσε μέ ἔμφαση· ὅποιος ἔχει αὐτιά γιά ν᾿ ἀκούει ἂς τά ἀκούει.

 

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Β΄ Κορ. 6, 1-10)

«Ἀδελφοί, συνεργοῦντες παρακαλοῦμεν, μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς – λέγει γάρ· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας – μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ᾽ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνῄσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες».

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀδελφοί, συνεργάτες τοῦ Θεοῦ καθώς εἴμαστε, σᾶς παρακαλοῦμε νά μήν ἀφήσετε νά πάει χαμένη ἡ χάρη τοῦ Θεοῦ πού δεχτήκατε – γιατί ἡ Γραφή λέει: Στόν καιρό τῆς χάρης σέ ἄκουσα, καί τήν ἡμέρα τῆς σωτηρίας σέ βοήθησα. Νά, τώρα εἶναι ὁ καιρός τῆς χάρης, τώρα εἶναι ἡ ἡμέρα τῆς σωτηρίας – κανένα πρόσκομμα δέ φέρνουμε σέ κανένα, γιά νά μή δυσφημηθεῖ τό ἔργο μας. Αντίθετα, μέ κάθε τρόπο συσταίνουμε τόν ἑαυτό μας ὡς ὑπηρέτες τοῦ Θεοῦ: μέ τή μεγάλη ὑπομονή μας, μέ τίς θλίψεις, μέ τίς δυσχέρειες, τίς στενοχώριες, τις κακοποιήσεις, τίς φυλακίσεις, τίς ἐναντίον μας ἐξεγέρσεις, τίς ταλαιπωρίες, τίς ἀγρύπνιες, τήν πείνα. Συσταίνουμε τόν ἑαυτό μας μέ τήν ἐντιμότητα, τή γνώση τῆς ἀλήθειας, τήν ἀνεκτικότητα, τήν καλοσύνη, τή φώτιση τοῦ Ἁγίου Πνεύματος, τήν ἀνυπόκριτη ἀγάπη, με τό κήρυγμα γιά τήν ἀλήθεια, μέ τή δύναμη τοῦ Θεοῦ, μέ τά ὅπλα τῆς σωτηρίας τά ἐπιθετικά καί τά ἀμυντικά. Δοκιμάζουμε δόξα καί ἀτίμωση, δυσφήμηση καί ἔπαινο. Μᾶς θεωροῦν λαοπλάνους, καί ὅμως λέμε τήν ἀλήθεια• μας ἀγνοοῦν καί ὅμως γινόμαστε γνωστοί• φτάνουμε στό θάνατο, καί νά πού ζοῦμε· μᾶς βασανίζουν, ἀλλά δέν πεθαίνουμε· μᾶς προξενοῦν στενοχώριες κι ὅμως πάντοτε χαιρόμαστε· εἴμαστε φτωχοί, κάνουμε ὅμως πολλούς νά πλουτίσουν· τίποτα δέν ἔχουμε καί τά πάντα κατέχουμε.