17 Δεκεμβρίου 2022

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Ματθ. 1, 1-25)

Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ.
Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν Ἐσρώμ, Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ, Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί, Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησε τὸν Ροβοάμ, Ροβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά, Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν, Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἄχαζ, Ἄχαζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν, Ἐζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν, Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησε τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ, Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ, Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραάμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.

Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυῒδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου. Τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾿ ἡμῶν ὁ Θεός. Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Γενεαλογικός κατάλογος τοῦ Ἰησοῦ Χριστοῦ πού προερχόταν ἀπό τόν Δαβίδ, ἀπόγονό του Ἀβραάμ. Ὁ Ἀβραάμ ἐγέννησε τόν Ἰσαάκ, ὁ Ἰσαάκ ἐγέννησε τόν Ἰακώβ, ὁ Ἰακώβ ἐγέννησε τόν Ἰούδα καί τούς ἀδερφούς του. Ὁ Ἰούδας ἐγέννησε τόν Φαρές καί τόν Ζαρά μέ τή Θάμαρ. Ὁ Φαρές ἐγέννησε τόν Ἐσρώμ καί ὁ Ἐσρώμ τόν Ἀράμ. Ὁ Ἀράμ ἐγέννησε τόν Ἀμιναδάβ, ὁ Ἀμιναδάβ τόν Ναασῶν καί ὁ Ναασῶν τόν Σαλμῶν. Ὁ Σαλμῶν ἐγέννησε τόν Βοόζ μέ τή Ραχάβ, ὁ Βοόζ ἐγέννησε τόν Ὠβήδ μέ τή Ρούθ· ὁ Ὠβήδ ἐγέννησε τόν Ἰεσσαί κι ὁ Ἰεσσαί ἐγέννησε τό Δαβίδ τό βασιλιά. Ὁ βασιλιάς Δαβίδ ἐγέννησε τόν Σολομώντα μέ τή γυναίκα τοῦ Οὐρία· ὁ Σολομῶν ἐγέννησε τόν Ροβοάμ, ὁ Ροβοάμ τόν Ἀβιά, ὁ Ἀβιά τόν Ἀσά· ὁ Ἀσά ἐγέννησε τόν Ἰωσαφάτ, ὁ Ἰωσαφάτ τόν Ἰωράμ, ὁ Ἰωράμ τόν Ὀζία· ὁ Ὀζίας ἐγέννησε τόν Ἰωάθαμ, ὁ Ἰωάθαμ τόν Ἄχαζ, ὁ Ἄχαζ τόν Ἐζεκία· ὁ Ἐζεκίας ἐγέννησε τόν Μανασσή, ὁ Μανασσής τόν Ἀμῶν, ὁ Ἀμῶν τόν Ἰωσία· ὁ Ἰωσίας ἐγέννησε τόν Ἰεχονία καί τούς ἀδερφούς τοῦ τήν ἐποχή τῆς αἰχμαλωσίας στή Βαβυλώνα. Μετά τήν αἰχμαλωσία στή Βαβυλώνα, ὁ Ἰεχονίας ἐγέννησε τόν Σαλαθιήλ καί ὁ Σαλαθιήλ τόν Ζοροβάβελ· ὁ Ζοροβάβελ ἐγέννησε τόν Ἀβιούδ, ὁ Ἀβιούδ τόν Ἐλιακίμ, ὁ Ἐλιακίμ τόν Ἀζώρ· ὁ Ἀζώρ ἐγέννησε τόν Σαδώκ, ὁ Σαδώκ τόν Ἀχίμ καί ὁ Ἀχίμ τόν Ἐλιούδ· ὁ Ἐλιούδ ἐγέννησε τόν Ἐλεάζαρ, ὁ Ἐλεάζαρ τόν Ματθᾶν, ὁ Ματθᾶν τόν Ἰακώβ, καί ὁ Ἰακώβ ἐγέννησε τόν Ἰωσήφ τόν ἄντρα τῆς Μαρίας. Ἀπό τή Μαρία γεννήθηκε ὁ Ἰησοῦς, ὁ λεγόμενος Χριστός. Ἀπό τόν Ἀβραάμ ὡς τόν Δαβίδ μεσολαβοῦν δεκατέσσερις γενιές· τό ἴδιο κι ἀπό τόν Δαβίδ ὡς τήν αἰχμαλωσία στή Βαβυλώνα, καθώς κι ἀπό τήν αἰχμαλωσία στή Βαβυλώνα ὡς τόν Χριστό.

Ἡ γέννηση τοῦ Ἰησοῦ Χριστοῦ ἔγινε ὡς ἑξῆς: Ἡ μητέρα του, ἡ Μαρία, ἀρραβωνιάστηκε μέ τόν Ἰωσήφ. Προτοῦ ὅμως συνευρεθοῦν, ἔμεινε ἔγκυος μέ τή δύναμη τοῦ Ἁγίου Πνεύματος. Ὁ μνηστήρας της ὁ Ἰωσήφ, ἐπειδή ἦταν εὐσεβής καί δέν ἤθελε νά τή διαπομπεύσει, ἀποφάσισε νά διαλύσει τόν ἀρραβώνα, χωρίς ἐπίσημη διαδικασία. Ὅταν ὅμως κατέληξε σ’ αὐτή τή σκέψη, τοῦ ἐμφανίστηκε στόν ὕπνο του ἕνας ἄγγελος σταλμένος ἀπό τό Θεό καί τοῦ εἶπε: «Ἰωσήφ, ἀπόγονε τοῦ Δαβίδ, μή διστάσεις νά πάρεις στό σπίτι σου τή Μαριάμ, τή γυναίκα σου, γιατί τό παιδί πού περιμένει προέρχεται ἀπό τό Ἅγιο Πνεῦμα. Θά γεννήσει γιό, καί θά τοῦ δώσουν τό ὄνομα Ἰησοῦς, γιατί αὐτός θά σώσει τό λαό του ἀπό τίς ἁμαρτίες τους». Μέ ὅλα αὐτά πού ἔγιναν, ἐκπληρώθηκε ὁ λόγος τοῦ Κυρίου, πού εἶχε πεῖ ὁ προφήτης: Ἡ παρθένος θά μείνει ἔγκυος καί θά γεννήσει γιό, καί θά τοῦ δώσουν τό ὄνομα Ἐμμανουήλ, πού σημαίνει, ὁ Θεός εἶναι μαζί μας. Ὅταν ξύπνησε ὁ Ἰωσήφ, ἔκανε ὅπως τόν πρόσταξε ὁ ἄγγελος τοῦ Κυρίου καί πῆρε στό σπίτι του τή Μαρία τή γυναίκα του. Καί δέν εἶχε συζυγικές σχέσεις μαζί της· ὡσότου γέννησε τό γιό τῆς τόν πρωτότοκο καί τοῦ ἔδωσε τό ὄνομα Ἰησοῦς.

 

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Εβρ. 11, 9-10˙ 32-40)

Ἀδελφοί, πίστει παρῴκησεν Ἀβραάμ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Καὶ τί ἔτι λέγω; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τούς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀδελφοί, μέ πίστη ἐγκαταστάθηκε στή γῆ πού τοῦ εἶχε ὑποσχεθεῖ ὁ Θεός, ξένος σέ ἄγνωστη χώρα, ζῶντας σέ σκηνές μέ τόν Ἰσαάκ καί τόν Ἰακώβ, πού κι αὐτοί ἦταν κληρονόμοι τῆς ἴδιας ὑποσχέσεως. Κι αὐτό, γιατί περίμενε τήν πόλη πού θά εἶχε στέρεα θεμέλια καί πού ἀρχιτέκτονας καί δημιουργός της θά ἦταν ὁ Θεός. Χρειάζεται νά συνεχίσω; Δέ θά μέ πάρει ὁ χρόνος νά διηγηθῶ γιά τό Γεδεῶν, τό Βαράκ, τό Σαμψῶν, τόν Ἰεφθάε, τό Δαβίδ, τό Σαμουήλ καί τούς προφῆτες. Μέ τήν πίστη κατατρόπωσαν βασίλεια, ἐπέβαλαν τό δίκαιο, πέτυχαν τήν πραγματοποίηση τῶν ὑποσχέσεων τοῦ Θεοῦ, ἔφραξαν στόματα λεόντων· ἔσβησαν τή δύναμη τῆς φωτιᾶς, διέφυγαν τή σφαγή, ἔγιναν ἀπό ἀδύνατοι ἰσχυροί, ἀναδείχτηκαν ἥρωες στόν πόλεμο, ἔτρεψαν σέ φυγή ἐχθρικά στρατεύματα· γυναῖκες ξαναπῆραν πίσω στή ζωή τούς ἀνθρώπους τους, κι ἄλλοι βασανίστηκαν ὡς τό θάνατο, χωρίς νά δεχτοῦν τήν ἀπελευθέρωσή τους, γιατί πίστευαν ὅτι μποροῦσαν ν’ ἀναστηθοῦν σέ μιά καλύτερη ζωή. Ἄλλοι δοκίμασαν ἐξευτελισμούς καί μαστιγώσεις, ἀκόμη καί δεσμά καί φυλακίσεις. Λιθοβολήθηκαν, πριονίστηκαν, πέρασαν δοκιμασίες, θανατώθηκαν μέ μαχαίρι, περιπλανήθηκαν ντυμένοι μέ προβιές καί κατσικίσια δέρματα, ἔζησαν σέ στερήσεις, ὑπέφεραν καταπιέσεις, θλίψεις καί κακουχίες –ὁ κόσμος δέν ἦταν ἄξιος νά ’χει τέτοιους ἀνθρώπους– πλανήθηκαν σέ ἐρημιές καί βουνά, σέ σπηλιές καί σέ τρύπες τῆς γῆς. Ὅλοι οἱ παραπάνω, παρά τήν καλή μαρτυρία τῆς πίστης τους, δέν πῆραν ὅ,τι τούς ὑποσχέθηκε ὁ Θεός. Αὐτός εἶχε προβλέψει κάτι καλύτερο γιά μᾶς, ἔτσι ὥστε νά μή φτάσουν ἐκεῖνοι στήν τελειότητα χωρίς ἐμᾶς.