ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Λουκ. 2, 20-21, 40-52)
Τῷ καιρῷ ἐκείνῳ, ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς. Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ ̓ αὐτό. Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ ̓ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ. Νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς· καὶ μὴ εὑρόντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ζητοῦντες αὐτόν. Καὶ ἐγένετο μεθ ̓ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε· τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. Καὶ εἶπε πρὸς αὐτούς· τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ρῆμα ὃ ἐλάλησεν αὐτοῖς. Καὶ κατέβη μετ ̓ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ρήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Ἐκεῖνο τόν καιρό, οἱ βοσκοί γύρισαν πίσω δοξάζοντας καί ὑμνώντας τόν Θεό γιά ὅλα ὅσα ἄκουσαν καί εἶδαν· ἦταν ὅλα ὅπως τούς εἶχαν εἰπωθεῖ. Ὅταν συμπληρώθηκαν ὀχτώ μέρες, ἔκαναν στό παιδί περιτομή καί τοῦ ἔδωσαν τό ὄνομα Ἰησοῦς, ὅπως δηλαδή τό εἶχε ὀνομάσει ὁ ἄγγελος προτοῦ ἀκόμα συλληφθεῖ στήν κοιλιά τῆς μάνας του. Στό μεταξύ τό παιδί μεγάλωνε καί τό πνεῦμα του δυνάμωνε· ἦταν γεμάτος σοφία, καί ἡ χάρη τοῦ Θεοῦ ἦταν μαζί του. Κάθε χρόνο, τή γιορτή τοῦ Πάσχα οἱ γονεῖς τοῦ Ἰησοῦ πήγαιναν στήν Ἱερουσαλήμ. Ὅταν ἔγινε δώδεκα χρονῶν, ἀνέβηκαν στά Ἱεροσόλυμα, στή γιορτή, ὅπως συνήθιζαν. Ὅταν τέλειωσε ἡ γιορτή καί γύριζαν πίσω, τό παιδί ὁ Ἰησοῦς παρέμεινε στήν Ἱερουσαλήμ, χωρίς νά τό ξέρουν ὁ Ἰωσήφ καί ἡ μητέρα του. Νομίζοντας ὅτι ἦταν μέσα στό πλῆθος τῶν προσκυνητῶν, περπάτησαν μιᾶς μέρας δρόμο καί ὕστερα ἄρχισαν νά τόν ἀναζητοῦν ἀνάμεσα στούς συγγενεῖς καί τούς γνωστούς. Δέν τόν βρῆκαν, ὅμως,
και γύρισαν στήν Ἱερουσαλήμνά τόν ἀναζητήσουν. Τόν βρῆκαν ὕστερα ἀπό τρεῖς μέρες στό ναό καθισμένον ἀνάμεσα στούς νομοδιδασκάλους, νά τούς ἀκούει καί νά τούς κάνει ἐρωτήσεις. Ὅλοι ὅσοι τόν ἄκουγαν ἔμεναν κατάπληκτοι γιά τή νοημοσύνη καί τίς ἀπαντήσεις του. Μόλις τόν εἶδαν οἱ γονεῖς του, ἀπόρησαν, καί ἡ μητέρα του τοῦ εἶπε: «Παιδί μου, γιατί μᾶς τό 'κανες αὐτό; Ὁ πατέρας σου κι ἐγώ σέ ἀναζητούσαμε μέ πολλή ἀγωνία». Ὁ Ἰησοῦς τούς ἀπάντησε: «Γιατί μέ ἀναζητούσατε; Δέν ξέρατε ὅτι πρέπει νά βρίσκομαι στό σπίτι τοῦ Πατέρα μου;» Ἐκεῖνοι ὅμως δέν κατάλαβαν
τά λόγια πού τούς εἶπε. Ὁ Ἰησοῦς κατέβηκε μαζί τους καί ἦρθε στή Ναζαρέτ καί ζοῦσε κοντά τους μέ ὑπακοή. Ἡ μητέρα του ὅμως διατηροῦσε μέσα στήν καρδιά της ὅλα αὐτά τά λόγια. Ὁ Ἰησοῦς μεγάλωνε καί πρόκοβε στή σοφία, καί ἡ χάρη πού εἶχε εὐαρεστοῦσε τό Θεό καί τούς ἀνθρώπους.ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Κολ. 2, 8-12)
Ἀδελφοί, βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Ἀδελφοί, προσέχετε καλά, μή σᾶς ἐξαπατήσει κανείς μέ τούς ἀπατηλούς καί κούφιους συλλογισμούς τῆς ἀνθρώπινης σοφίας, πού στηρίζονται σέ ἀνθρώπινες παραδόσεις καί σέ μιά λαθεμένη πίστη πρός τά στοιχεῖα τοῦ κόσμου καί ὄχι στή διδασκαλία τοῦ Χριστοῦ. Γιατί μόνο στό Χριστό κατοικεῖ σωματικά ὅλη ἡ θεότητα. Μόνο αὐτός μπορεῖ νά μᾶς δώσει τήν πληρότητα τῆς ζωῆς, αὐτός πού εἶναι κύριος κάθε ἀρχῆς καί ἐξουσίας. Πιστεύοντας σ' αὐτόν λάβατε τήν πραγματική περιτομή, αὐτή πού δέ γίνεται μέ ἀνθρώπινα χέρια, ἀλλά τήν κάνει ὁ Χριστός καί εἶναι ἡ ἀπαλλαγή ἀπό τήν ἁμαρτία πού ἐξουσίαζε τόν ἄνθρωπο. Ὅταν βαφτιστήκατε, θαφτήκατε μαζί μέ τό Χριστό, ἀλλά κι ἀναστηθήκατε μαζί του, γιατί πιστέψατε στή δύναμη τοῦ Θεοῦ, ὁ ὁποῖος τόν ἀνέστησε ἀπό τούς νεκρούς.