10 Δεκεμβρίου 2022

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ ΙΑ΄ ΛΟΥΚΑ (ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ)

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Λουκ. 14, 16-24. Ματθ. 22, 14)

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα καὶ ἐκάλεσε πολλούς· καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Ὁ πρῶτος εἶπεν αὐτῷ· ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. Καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ· ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ρύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε. Καὶ εἶπεν ὁ δοῦλος· κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί. Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκος μου. Λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. Πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Εἶπε ὁ Κύριος αὐτή τήν παραβολή· «Ἕνας ἄνθρωπος ἑτοίμασε μεγάλο δεῖπνο καί κάλεσε πολλούς. Ὅταν ἦρθε ἡ ὥρα τοῦ δείπνου, ἔστειλε τό δοῦλο του νά πεῖ στούς καλεσμένους: “ἐλᾶτε, ὅλα εἶναι πιά ἔτοιμα”. Τότε ἄρχισαν, ὁ ἕνας μετά τόν ἄλλο, νά βρίσκουν δικαιολογίες: Ὁ πρῶτος τοῦ εἶπε: “ἔχω ἀγοράσει ἕνα χωράφι καί πρέπει νά πάω νά τό δῶ· σέ παρακαλῶ, θεώρησέ με δικαιολογημένον”. Ἄλλος τοῦ εἶπε: “ἔχω ἀγοράσει πέντε ζευγάρια βόδια καί πάω νά τά δοκιμάσω· σέ παρακαλῶ, δικαιολόγησέ με”. Κι ἕνας ἄλλος τοῦ εἶπε: “εἶμαι νιόπαντρος καί γι’ αὐτό δέν μπορῶ νά ἔρθω”. Γύρισε ὁ δοῦλος ἐκεῖνος καί τά εἶπε αὐτά στόν κύριό του. Τότε ὁ οἰκοδεσπότης ὀργισμένος εἶπε στό δοῦλο του: “πήγαινε γρήγορα στίς πλατεῖες καί στούς δρόμους τῆς πόλης καί φέρε μέσα τούς φτωχούς, τούς ἀνάπηρους, τούς κουτσούς καί τούς τυφλούς”. Ὅταν γύρισε ὁ δοῦλος τοῦ εἶπε: “κύριε, αὐτό πού πρόσταξες ἔγινε καί ὑπάρχει ἀκόμη χώρος”. Εἶπε πάλι ὁ κύριος στό δοῦλο: “πήγαινε ἔξω ἀπό τήν πόλη στούς δρόμους καί στά μονοπάτια κι ἀνάγκασέ τους νά ἔρθουν, γιά νά γεμίσει τό σπίτι μου· γιατί σᾶς βεβαιώνω πώς κανένας ἀπό κείνους πού κάλεσα δέ θά γευτεῖ τό δεῖπνο μου. Γιατί πολλοί εἶναι οἱ καλεσμένοι, λίγοι ὅμως οἱ ἐκλεκτοί ”».

 

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Κολ. 3, 4-11)

Ἀδελφοί, ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς· νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ” εἰκόνα τοῦ κτίσαντος αὐτόν, ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀδελφοί, ὅταν ὁ Χριστός, πού εἶναι ἡ ἀληθινή ζωή μας, φανερωθεῖ, τότε κι ἐσεῖς θά φανερωθεῖτε μαζί του δοξασμένοι στήν παρουσία του. Ἀπονεκρῶστε, λοιπόν, ὅ,τι σᾶς συνδέει μέ τό ἁμαρτωλό παρελθόν: Τήν πορνεία, τήν ἠθική ἀκαθαρσία, τό πάθος, τήν κακή ἐπιθυμία καί τήν πλεονεξία, πού εἶναι εἰδωλολατρία. Γιά ὅλα αὐτά θά πέσει ἡ ὀργή τοῦ Θεοῦ πάνω σ’ ἐκείνους πού δέ θέλουν νά πιστέψουν. Σ’ αὐτούς ἀνήκατε ἄλλοτε κι ἐσεῖς, ὅταν αὐτά τά πάθη δυνάστευαν τή ζωή σας. Τώρα ὅμως πετάξτε τά ὅλα αὐτά ἀπό πάνω σας: Τήν ὀργή, τό θυμό, τήν πονηρία, τήν κακολογία καί τήν αἰσχρολογία. Μή λέτε ψέματα ὁ ἕνας στόν ἄλλο, ἀφοῦ βγάλατε ἀπό πάνω σας τόν παλιό ἁμαρτωλό ἑαυτό σας μέ τίς συνήθειές του. Τώρα πιά ἔχετε ντυθεῖ τόν καινούριο ἄνθρωπο, πού ἀνανεώνεται συνεχῶς σύμφωνα μέ τήν εἰκόνα τοῦ δημιουργοῦ του, ὥστε μέ τή νέα ζωή του νά φτάσει στήν τέλεια γνώση τοῦ Θεοῦ. Σ’ αὐτή τή νέα κατάσταση δέν ὑπάρχουν πιά ἐθνικοί καί Ἰουδαῖοι, περιτμημένοι κι ἀπερίτμητοι, βάρβαροι, Σκύθες, δοῦλοι, ἐλεύθεροι· τοῦ Χριστοῦ εἶναι ὅλα καί ὁ Χριστός τά διέπει ὅλα.