03 Δεκεμβρίου 2022

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ Ι΄ ΛΟΥΚΑ

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Λουκ. 13, 10-17)

Τῷ καιρῷ ἐκείνῳ, ἦν διδάσκων ὁ Ἰησοῦς ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι. Καὶ ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακῦψαι εἰς τὸ παντελές. Ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησε καὶ εἶπεν αὐτῇ· γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου· καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζε τὸν Θεόν. Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγε τῷ ὄχλῳ· ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου. Ἀπεκρίθη οὖν αὐτῷ ὁ Κύριος καὶ εἶπεν· ὑποκριτά, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει; ταύτην δέ, θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου; Καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ᾿ αὐτοῦ.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἐκεῖνο τόν καιρό, δίδασκε ὁ Ἰησοῦς σέ κάποια συναγωγή καί ἦταν ἡμέρα Σάββατο. Ἐκεῖ βρισκόταν καί μιά γυναίκα, δεκαοχτώ χρόνια ἄρρωστη ἀπό δαιμονικό πνεῦμα. Ἦταν κυρτωμένη καί δέν μποροῦσε καθόλου νά ἰσιώσει τό σῶμα της. Ὅταν τήν εἶδε ὁ Ἰησοῦς, τή φώναξε καί τῆς εἶπε: «Γυναίκα, ἀπαλλάσσεσαι ἀπό τήν ἀρρώστια σου». Ἔβαλε πάνω της τά χέρια του κι ἀμέσως ἐκείνη ὀρθώθηκε καί δόξαζε τό Θεό. Ὁ ἀρχισυνάγωγος ὅμως, ἀγανακτισμένος πού ὁ Ἰησοῦς ἔκανε τή θεραπεία τό Σάββατο, γύρισε στό πλῆθος καί εἶπε: «Ὑπάρχουν ἕξι μέρες πού ἐπιτρέπεται νά ἐργάζεται κανείς· μέσα σ’ αὐτές, λοιπόν, νά ἔρχεστε καί νά θεραπεύεστε, καί ὄχι τό Σάββατο». Ὁ Κύριος τοῦ ἀπάντησε: «Ὑποκριτῆ! Ὁ καθένας σας δέ λύνει τό βόδι του ἤ τό γαϊδούρι του ἀπό τό παχνί τό Σάββατο καί πάει νά τό ποτίσει; Κι αὐτή, πού εἶναι ἀπόγονος τοῦ Ἀβραάμ, καί ὁ σατανᾶς τήν εἶχε δεμένη δεκαοχτώ χρόνια, δέν ἔπρεπε νά λυθεῖ ἀπ’ αὐτά τά δεσμά τό Σάββατο;» Μέ τά λόγια του αὐτά ντροπιάζονταν ὅλοι οἱ ἀντίπαλοί του κι ὁ κόσμος χαιρόταν γιά ὅλα τα θαυμαστά πού ἔκανε ὁ Ἰησοῦς.

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Αγίας Βαρβάρας: Γαλ. 3, 23-29. 4,1-5)

Ἀδελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· Ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ καὶ κατ” ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀδερφοί μου, πρίν ἔρθει ὁ Χριστός, μᾶς φρουροῦσε ὁ νόμος. Ἤμασταν φυλακισμένοι, ὥσπου νά φανερωθεῖ ὁ μελλοντικός σωτήρας μας. Ὁ νόμος, λοιπόν, ἦταν σκληρός παιδονόμος γιά μᾶς, ὥσπου ἐμφανίστηκε ὁ Χριστός, ὁπότε ἡ πίστη μας σ’ αὐτόν μᾶς χάρισε τή σωτηρία. Τώρα ὅμως πού ἦρθε ὁ Χριστός, δέν εἴμαστε πιά ὑπόδουλοι στό νόμο. Εἶστε, λοιπόν, ὅλοι παιδιά τοῦ Θεοῦ, ἀφοῦ πιστεύετε στόν Ἰησοῦ Χριστό. Κι αὐτό, γιατί ὅσοι βαφτιστήκατε στό ὄνομα τοῦ Χριστοῦ, ἔχετε ντυθεῖ τό Χριστό. Δέν ὑπάρχει πιά Ἰουδαῖος καί εἰδωλολάτρης, δέν ὑπάρχει δοῦλος καί ἐλεύθερος, δέν ὑπάρχει ἄντρας καί γυναίκα· ὅλοι σας εἶστε ἕνας, χάρη στόν Ἰησοῦ Χριστό. Κι ἀφοῦ ἀνήκετε στό Χριστό, εἶστε ἀπόγονοί του Ἀβραάμ καί κληρονόμοι τῆς ζωῆς, ὅπως τήν ὑποσχέθηκε ὁ Θεός. Νά τί θέλω νά πῶ: Ὅσον καιρό ὁ κληρονόμος εἶναι ἀνήλικος, δέν διαφέρει σέ τίποτε ἀπό ἕνα δοῦλο. Εἶναι βέβαια ἰδιοκτήτης τῶν πάντων, ἐξαρτᾶται ὅμως ἀπό ἐπιτρόπους καί διαχειριστές, ὡς τήν προθεσμία πού καθόρισε ὁ πατέρας. Ἔτσι κι ἐμεῖς, ὅταν ἤμασταν ἀνήλικοι, ἤμασταν ὑπόδουλοι στά στοιχεῖα τοῦ κόσμου. Ὅταν ὅμως ἔφτασε ἡ ὥρα πού εἶχε καθορίσει ὁ Θεός, ἀπέστειλε τόν Υἱό του. Γεννήθηκε ἀπό μιά γυναίκα καί ὑποτάχτηκε στό νόμο, γιά νά ἐξαγοράσει αὐτούς πού ἦταν ὑπόδουλοι στό νόμο, γιά νά γίνουμε παιδιά τοῦ Θεοῦ.