22 Ιανουαρίου 2022

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ ΙΔ΄ ΛΟΥΚΑ

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Λουκ. 18, 35–43)

Τῷ καιρῷ ἐκείνῳ, ἐγένετο ἐν τῷ ἐγγίζειν τόν Ἱησοῦν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο  παρὰ τὴν ὁδὸν  προσαιτῶν. ἀκούσας  δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα. ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. καὶ ἐβόησε λέγων· Ἰησοῦ, υἱὲ Δαυῒδ, ἐλέησόν με.  καὶ οἱ προάγοντες ἐπετίμων  αὐτῷ ἵνα  σιωπήσῃ· αὐτὸς  δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυῒδ, ἐλέησόν με. σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι  πρὸς  αὐτόν. ἐγγίσαντος  δὲ αὐτοῦ ἐπηρώτησεν  αὐτόν λέγων· Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω. καὶ ὁ Ἰησοῦς εἶπεν  αὐτῷ· Ἀνάβλεψον·  ἡπίστις  σου  σέσωκέ σε.  καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἐκεῖνο τόν καιρό, καθώς ὁ Ἰησοῦς πλησίαζε στήν Ἱεριχῶ, ἕνας τυφλός καθόταν στήν ἄκρη τοῦ δρόμου καί ζητιάνευε. Ὅταν ἄκουσε τό πλῆθος πού περνοῦσε, ρώτησε νά μάθει τί συνέβαινε. Τοῦ εἶπαν ὅτι περνάει ὁ Ἰησοῦς ὁ Ναζωραῖος. Τότε ἐκεῖνος ἄρχισε νά φωνάζει δυνατά: «Ἰησοῦ, Υἱέ τοῦ Δαβίδ, σπλαχνίσου με!» Αὐτοί πού προπορεύονταν τόν μάλωναν νά σωπάσει, ἐκεῖνος ὅμως  φώναζε ἀκόμη  πιό  πολύ:  «Υἱέ  τοῦ Δαβίδ, σπλαχνίσου με!» Τότε ὁ  Ἰησοῦς στάθηκε κι ἔδωσε ἐντολή νά τόν φέρουν κοντά του. Αὐτός πλησίασε κι ἐκεῖνος τόν ρώτησε: «Τί θέλεις νά σοῦ κάνω;» «Κύριε, θέλω ν' ἀποκτήσω τό φῶς μου», ἀποκρίθηκε. Κι ὁ Ἰησοῦς τοῦ εἶπε: «Ν' ἀποκτήσεις τό φῶς σου! Ἡ πίστη σου σέ ἔσωσε». Ἀμέσως ὁ τυφλός βρῆκε τό φῶς του κι ἀκολουθοῦσε τόν Ἰησοῦ δοξάζοντας τό Θεό. Καί ὅλος ὁκόσμος, ὅταν τόν εἶδε, δοξολογοῦσε τό Θεό.

 

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Α΄Τιμ.1,15–17)

Τέκνον Τιμόθεε, πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον. Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Παιδί μου, Τιμόθεε, σ' αὐτά τά λόγια πού θά πῶ μπορεῖ νά στηριχτεῖ κανείς καί πρέπει ὅλοι νά τά δεχτοῦν: ὉἸησοῦς Χριστός ἦρθε στόν κόσμο γιά νά σώσει τούς ἁμαρτωλούς· καί πρῶτος ἀνάμεσά τους εἶμαι ἐγώ. Ἀκριβῶς ὅμως γι' αὐτό μέ ἐλέησε, γιά νά δείξει ὁ Ἰησοῦς Χριστός σ' ἐμένα πρώτον ὅλη του τή μακροθυμία, ὥστε νά γίνω παράδειγμα γιά κείνους πού πρόκειται νά πιστέψουν σ' αὐτόν καί νά ὁδηγηθοῦν ἔτσι στήν αἰώνια ζωή. Παντοτινή, λοιπόν, τιμή καί δόξα στόν αἰώνιο βασιλιά, τόν ἄφθαρτο, τόν ἀόρατο, τόν μόνο σοφό Θεό. Ἀμήν.