23 Νοεμβρίου 2024

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ ΙΓ΄ ΛΟΥΚΑ

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Λουκ. 18, 18-27)

Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ πειράζων αὐτὸν και λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. Ὁ δὲ εἶπε· ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ραφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; Ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἐκεῖνο τόν καιρό, ἕνας ἄνθρωπος πλησίασε τόν Ἰησοῦ γιά νά τόν πειράξει καί τόν ρώτησε: «Ἀγαθέ Διδάσκαλε, τί νά κάνω γιά νά κληρονομήσω τήν αἰώνια ζωή;» Ὁ Ἰησοῦς τοῦ ἀπάντησε: «Γιατί μέ ἀποκαλεῖς “ἀγαθό”; Κανένας δέν εἶναι ἀγαθός, παρά μόνο ἕνας, ὁ Θεός. Ξέρεις τίς ἐντολές: μή μοιχεύσεις, μή σκοτώσεις, μήν κλέψεις, μήν ψευδομαρτυρήσεις, τίμα τόν πατέρα σου καί τή μητέρα σου». Κι ἐκεῖνος τοῦ εἶπε: «Ὅλα αὐτά τά τηρῶ ἀπό τά νιάτα μου». Ὅταν τ’ ἄκουσε ὁ Ἰησοῦς τοῦ εἶπε: «Ἕνα ἀκόμη σου λείπει: πούλησε ὅλα ὅσα ἔχεις καί δῶσε τά χρήματα στούς φτωχούς, κι ἔτσι θά ἔχεις θησαυρό κοντά στό Θεό· κι ἔλα νά μέ ἀκολουθήσεις». Μόλις ἐκεῖνος τ’ ἄκουσε αὐτά, πολύ στενοχωρήθηκε, γιατί ἦταν πάμπλουτος. Ὅταν ὁ Ἰησοῦς τόν εἶδε τόσο στενοχωρημένον, εἶπε: «Πόσο δύσκολα θά μποῦν στή βασιλεία τοῦ Θεοῦ αὐτοί πού ἔχουν τά χρήματα! Εὐκολότερο εἶναι νά περάσει καμήλα μέσα ἀπό βελονότρυπα, παρά νά μπεῖ πλούσιος στή βασιλεία τοῦ Θεοῦ». Ὅσοι τόν ἄκουσαν εἶπαν: «Τότε ποιός μπορεῖ νά σωθεῖ;» Κι ἐκεῖνος τούς ἀπάντησε: «Αὐτά πού γιά τούς ἀνθρώπους εἶναι ἀδύνατα, γιά τό Θεό εἶναι δυνατά».

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Γαλ. στ΄ 11-18)

δελφοί, ἲδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὃσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Αδελφοί, προσέξτε μέ πόσο μεγάλα γράμματα σᾶς γράφω τώρα μέ τό ἲδιο μου τό χέρι. Ὃσοι θέλουν νά ἀποκτήσουν καλή φήμη στους ἀνθρώπους, αὐτοί σᾶς ὑποχρεώνουν να περιτέμνεσθε, μέ μόνο στόχο νά μή καταδιώκωνται ἀπό τούς Ἰουδαίους ἐξαιτίας τοῦ σταυροῦ τοῦ Χριστοῦ. Ἂλλωστε οὒτε καί αὐτοί πού ἐπιμένουν στήν περιτομή τηροῦν τόν νόμο. Ἁπλῶς θέλουν νά περιτέμνεστε ἐσεῖς, γιά νά καυχηθοῦν ὃτι σᾶς κατάφεραν νά τό κάνετε. Ὃσο γιά μένα, δέν θέλω ἂλλη ἀφορμή γιά καύχηση ἐκτός ἀπό τόν σταυρό τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, τόν σταυρό πού πάνω του ὁ κόσμος πέθανε γιά μένα κι ἐγώ γιά τόν κόσμο. Για ὃσους ἀνήκουν στόν Ἰησοῦ Χριστό δέν ἒχει καμιά σημασία οὒτε τό νά κάνεις περιτομή οὒτε τό νά μήν κάνεις, ἀλλά ὃλοι εἶναι νέα δημιουργήματα τοῦ Θεοῦ. Ὃσοι ἀκολουθοῦν αὐτή τήν ἂρχή, θά ἒχουν τήν εἰρήνη καί τό ἒλεος τοῦ Θεοῦ μαζί τους, αὐτοί καί ὃλος ὁ λαός τοῦ Θεοῦ. Στό ἑξῆς κανένας ἂς μή μοῦ δημιουργεῖ προβλήματα. Ἀρκετά ἒχω πάθει γιά τόν Ἰησοῦ, ὃπως δείχνουν τά σημάδια στό σῶμα μου. Ἡ χάρη τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ εὒχομαι νἀ εἶναι μαζί σας, ἀδελφοί μου. Ἀμήν.