16 Νοεμβρίου 2024

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ Θ΄ ΛΟΥΚΑ

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Λουκ. 12, 16-21)

Εἶπεν ὁ Κύριος  τὴν  παραβολὴν  ταύτην· ἀνθρώπου  τινὸς  πλουσίου εὐφόρησεν ἡ χώρα· καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; Καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας  καὶ μείζονας  οἰκοδομήσω,  καὶ συνάξω ἐκεῖ πάντα  τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου, καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. Εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται; Οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Εἶπε ὁ Κύριος  αὐτή  τήν  παραβολή· Κάποιου  πλούσιου ἀνθρώπου  τά χωράφια ἔδωσαν ἄφθονη σοδειά. Τότε ἐκεῖνος σκεφτόταν καί ἔλεγε: "τί νά κάνω; Δέν ἔχω μέρος νά συγκεντρώσω τά γεννήματά μου! Ἀλλά νά τί θά κάνω", εἶπε. "Θα γκρεμίσω τίς ἀποθῆκες  μου  καί  θά  χτίσω μεγαλύτερες γιά νά συγκεντρώσω ἐκεῖ ὅλη τή σοδειά μου καί τ' ἀγαθά μου. Μετά θά πῶ στόν ἑαυτό μου: τώρα ἔχεις πολλά ἀγαθά, πού ἀρκοῦν γιά χρόνια πολλά· ξεκουράσου, τρῶγε, πίνε, διασκέδαζε". Τότε τοῦ εἶπε ὁ Θεός: "ἀνόητε. Αὐτή τή νύχτα θά παραδώσεις τή ζωή σου. Αὐτά, λοιπόν, πού ἑτοίμασες σέ ποιόν θά ἀνήκουν;" Αὐτά, λοιπόν, παθαίνει ὅποιος μαζεύει πρόσκαιρους θησαυρούς καί δέν πλουτίζει τόν ἑαυτό του μέ ὅ,τι θέλει ὁ Θεός.

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Γαλ. 2, 16-20)

Ἀδελφοί, εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ,  καὶ ἡμεῖς  εἰς  Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο. Εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀδελφοί,  ξέρουμε  πώς ὁ ἄνθρωπος  δέν  μπορεῖ νά  σωθεῖ μέ  τήν τήρηση τῶν διατάξεων τοῦ νόμου. Αὐτό γίνεται μόνο μέ τήν πίστη στόν Ἰησοῦ Χριστό. Γι' αὐτό κι ἐμεῖς πιστέψαμε στόν Ἰησοῦ Χριστό, γιά νά δικαιωθοῦμε μέ τήν πίστη στόν Χριστό κι ὄχι μέ τήν τήρηση τοῦ νόμου· γιατί μέ τά ἔργα τοῦ νόμου δέ θά σωθεῖ κανένας ἄνθρωπος. Ἄν ὅμως,  ζητώντας  νά  σωθοῦμε ἀπό  τόν  Χριστό,  βρεθήκαμε  νά εἴμαστε κι ἐμεῖς ἁμαρτωλοί ὅπως οἱ ἐθνικοί, σημαίνει τάχα πῶς ὁ Χριστός ὁδηγεῖ στήν ἁμαρτία; Ὄχι βέβαια! Γιατί, ἄν ὅ,τι γκρέμισα τό ξαναχτίζω,  εἶναι  σάν  νά ὁμολογῶ πώς ἔκανα  λάθος ὅταν  τό γκρέμιζα.  Κι ἀληθινά,  μέ  κριτήριο  τόν  νόμο, ἔχω  πεθάνει  γιά  τή θρησκεία τοῦ νόμου, γιά νά βρῶ τή ζωή κοντά στόν Θεό. Ἔχω πεθάνει στόν σταυρό μαζί μέ τόν Χριστό. Τώρα πιά δέ ζῶ ἐγώ, ἀλλά ζεῖ στό πρόσωπό μου ὁ Χριστός. Κι ἡ τωρινή σωματική μου ζωή εἶναι ζωή βασισμένη στήν πίστη μου στόν Υἱό τοῦ Θεοῦ, πού μέ ἀγάπησε καί πέθανε ἑκούσια γιά χάρη μου.